Ancient Greek · ~22 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.29.1
Not analysed yet
Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν. ὃς ἐπὶ Μασάδαν τὸ φρούριον ἐστράτευσε ,μόνον ἔτι τῶν ἀφεστηκότων περιλειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ὧν προειστήκει δυνατὸς ἀνὴρ Ἐλεάζαρ, ἀπόγονος Ἰούδα τοῦ πείσαντος πολλοὺς Ἰουδαίων μὴ πείθεσθαι ταῖς ἀπογραφαῖς ἐπὶ Κυρηνίου. καὶ τῆς μὲν χώρας εὐθὺς ἐκράτει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν ἔξοδον τοῖς ἔνδον ἀποφραγνύς. εἶτα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ἔνθα δυνατὸν ἦν, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, φάραγξι βάθος ἐχούσαις ἄπειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ὤφθη δ’ ἕτερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδομηθὲν τοιοῦτον οἷον μηδὲ ταῖς ἐμβολαῖς εἴξειν μέλλον τῶν ἑλεπόλεων. ἐκ ξύλων γάρ ἦν δύο στίχους παραλλήλους ἐχόντων, ὧν μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρεκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν οὖν πρῶτον πνέων βορρᾶς ἄνωθεν εἰς τοὺς Ῥωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τόν μηχανημάτων ἥψατο ἄν · ἔπειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει ταύτην προσέβαλε, καὶ ἅπαν ἤδη κατέφλεκτο. ἐπὶ τούτοις οἶ μὲν Ῥωμαῖοι κατὰ τὴν ἐπιοῦσαν τοῖς πολεμίοις ἐπιχειρεῖν ἔμελλον, Ἐλεάζαρ δὲ τοῖς ἐν τῴ φρουρίῳ διαλεχθεὶς ἔπεισε πάντας τάς τε γυναῖκας ἑαυτῶν καὶ τὰ τέκνα ἀνῃρηκότας ἐκείνοις ἐπαπελθεῖν ἕκαστον. καὶ δὴ τούτου δόξαντος, ὁμοῦ τε τὰς γυναῖκας ἠσπάζοντο καὶ τὰ τέκνα προσηγκαλίζοντο, τοῖς φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, καὶ διεχειρίζοντο τὰ φίλτατα ταῖς χερσίν, ὡς μή τι σφίσι προσήκοντα. εἶτα τὴν κτῆσιν ἅπασαν συναθροίσαντες πῦρ ἐνέβαλλον εἰς αὐτήν. κλήρῳ δ' ἑλόμενοι δέκα τοὺς ἐσομένους σφαγείς ἁπάντων ,ὑπ’ αὐτόν ἕκαστος ἐπὶ τοῖς φιλτάτοις ἐκτίννυτο. εἶτ' αὖθις ὁ κλήρῳ λαχὼν τοὺς ἐννέα διαχειρισάμενος, καὶ κύκλῳ περιαθρήσας μήπου τις ζωὸς περιλέλειπται, ὡς ἔγνω πάντας ἀνῃρημένους ,πῦρ μὲν τοῖς βασιλείοις ἐνίησιν, ὅλον δὲ τὸ ξίφος ἐλάσας δι’ ἑαυτοῦ πλησέον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες μή τινα ζῶντα καταλειφθῆναι, ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καί τις ἑτέρα καὶ πέντε παιδία τοῖς ὑπονόμοις κατακρυφθέντα. ἦν δὲ τὸ τῶν σφαγέντων πλῆθος σὺν γυναιξὶ καὶ παισὶ διακόσιοι πρὸς ἑξήκοντα. Οἱ δὲ Ῥωμαῖοι προσβολὴν ἕωθεν ἐποιοῦντο· βλέποντες δ’ οὐδένα τῶν πολεμίων, πολλὴν δ' ἔνδον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν ,εἴ τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αἴσθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς Ῥωμαίοις ἐμήνυον· οἱ δ’ ἠπίστουν. ὡς δὲ τῶν βασιλείων παρῆλθον ἔνδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ θανάτου τὴν καταφρόνησιν. Τοιαύτη μὲν οὖν ἡ τῆς Μασάδας ἐγένετο ἅλωσις · καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρειαν πολλοὺς ἀποθανεῖν Ἰουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς τόν ὑποδεξαμένων ἔπειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. εἷσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν Ἰουδαίων ἀντέβαινον, τοὺς μὲν ἔκτεινον, τοὺς δ’ ἄλλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς Ἰουδαίους ἀθροίσαντες ἤλεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυλάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ὄλεθρο, παραδοῦναι δὲ Ῥωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις ,καὶ πρὸς τοὺς σικαρίους ᾄξαντες συνήρπαζον αὐτούς. καὶ ἑάλωσαν μὲν περὶ ἑξακοσίους ,ὅσοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐτοῖς ἐπενεχθείσης βασάνου, ὅπως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν ,ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα δ’ ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν · οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ξονομάσαι. Ἥψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρiων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν Ἰωνάθης πονηρότατος ἄνθρωπος, τὴν τέχνην ὑφάντης, τινὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ ,καὶ προήγαγεν εἰς τὴν ἔρημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης Ἰουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε τοὺς μετὰ Ἰωνάθου. αὐτὸς δὲ ὁ Ἰωνάθης τότε μὲν διέφυγεν, ἐπιμελῶς δὲ ζητηθείς ἥλω, καὶ ἀναχθεὶς πρὸς τὸν ἡγεμόνα ἑαυτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἐξάλυξιν, τῷ Κατύλλῳ δὲ ἀφορμὰς ἀδίκων κερδῶν περιεποιήσατο. τοὺς γὰρ πλουσιωτάτους τῶν Ἰουδαίων ἔλεγε, κατ’ καταψευδόμενος μένος αὐτῶν, διδασκάλους αὐτῷ τῶν δρωμένων γενέσθαι· καὶ ὁ ἡγεμὼν προθύμως ἐδέχετο τὰς διαβολάς. πρὸς δὲ τῷ πιστεύειν ῥᾳδίως καὶ τὴν ψευδῆ κατηγορίαν τοὺς σικαρίους ἐδίδασκε· καὶ πολλῶν κατεῖπον ὑπ’ ἐκείνου ὑποβαλλόμενοι. Ἐνταῦθα μὲν οὖν τότε τὰ τόν Ἰουδαίων ἐτελεύτησε πάθη, ὑπὸ Ῥωμαίων τῆς Ἰερουσαλὴμ τὴν τελευταίαν ὑποστάσης ἅλωσιν. καὶ αὖθις δὲ Αἰλίου τῶν Ῥωμαίων κρατοῦντος Ἀδριανοῦ ἐστασίασαν Ἱουδαῖοι καὶ κατὰ Ῥωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς ,περὶ ὧν ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται. Ῥωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τούτοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάντως εἰπεῖν καὶ διδάξαι ἢ ἀναμνῆσαι τοὺς τοὺς ἐντευφομένους νοῦς τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ Ῥωμαῖοι καὶ ὅθεν τὸ τούτων ἔθνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν ἔσχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οἵαις τύχαις ἐνέκυρσε, καὶ ὅπως προύκοψεν εἰς εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς τῆς οἰκουμέυης ἀπάσης καὶ τὸ κράτος κατὰ πάντων σχεδὸν ἀναδήσασθαι ,καὶ ὅπως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν ἤτοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αὖθις μετήνεκτο, εἶτα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοίἱστορηθήσεται] νυν καὶ περὶ τούτων καὶ διηγητέον ὡς ἐνὸν ἐπιτέμνοντι τὸ πλάτος τῆς διηγήσεως καὶ τὴν μακρηγορίαν συστέλλοντι, ἴν’ εἶεν εὐσύνοπτα τὰ τῆς ἱστορίας καὶ τὴν τῶν ἐπιόντων μνήμην μὴ διαφεύγοιεν.