Ancient Greek · ~18 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.1.1
Not analysed yet
Αἰνείας μετὰ τὸν Τρωικὸν πόλεμον ἀφῖκτο πρὸς Αβορίγινας ,οἷ πρῴην τὴν χώραν ᾤκουν καθ’ ἣν ἡ Ρώμη πεπόλισται ,Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν ἔχοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ τὸν Νουμίκιον ποταμόν, ἔνθα κατά τι δὴ θεοπρόπιον λέγεται παρασκευάζεσθαι ποιήσασθαι τὴν κατοίκησιν. ὁ δὲ τῆς χώρας ἄρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμβαλὼν ἡττᾶται· εἶτα δι’ ὀνειράτων φανέντων ἀμφοῖν καταλλάττονται · καὶ τῆς κατοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγατέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ἔνθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαουίνιον· ἥ τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἶ ἄνθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. Ῥουτοῦλοι δὲ ὁμοροῦντες· τῇ χώρᾳ ἐκ πόλεως Ἀρδέας ὁρμώμενοι ,καὶ πρόσθεν δυσμενῶς ἔχοντες πρὸς Λατίνους, καὶ τότε πόλεμον ἤραντο, ἐπαρήγοντος αὐτοῖς καὶ Τούρνου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ὃς δι’ ὀργῆς τὸν Λατῖνον πεποίητο διὰ τὸν Λαουινίας γάμον · ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης οὖν γενομένης πίπτουσιν ὅ τε Τοῦρνος καὶ ὁ Λατῖνος, τὴν δὲ νίκην ὁ Αἰνείας κεκόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν. μετὰ δέ τινα χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ Ρουτοῦλοι τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ, καὶ τὸν πόλεμον νενικήκασιν· ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, οὔτε γὰρ ζῶν ὤφθη ἔτι οὔτε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λατίνοις τετίμητο. ἐντεῦθεν καὶ τοῖς ῾Ρωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται, καὶ Αἰνειάδαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱός Ἀσκάνιος διεδέξατο, ὃς οἴκοθεν συνείπετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας παῖδα ἐγείνατο, ἔγκυον δ᾿ αὐτὴν καταλέλοιπε. τὸν δὲ Ἀσκάνιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ᾿ οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ἔλυσαν καὶ τὸν πόλεμον. Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖνοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοίπᾶσιν, ἑτέραν δ᾿ ἐν ἀμείνονι χώρᾳ ἀντῳκοδόμησαν, ἣν Ἄλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους λόγγαν ἐπωνόμασαν· εἴποιεν ἂν Ἕλληνες λευκὴν καὶ μακράν. Ἀσκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ Ἀσκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναντες, Σιλούιον κεκλημένον. ἐκ Σιλουίου δὲ Αἰνείας ἐτέχθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ διεδέξατο Πάστις. Τιβερῖνος δ᾿ ἄρξας μετέπειτα ἐν 25 ποταμῷ καλουμένῳ Ἀλβούλῳ πεσὼν διεφθάρη· ὃς δὴ ποταμὸς Τίβερις ἐς ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς ῾Ρώμης καὶ ὢν τῇ πόλει πολυαρκέστατος καὶ ῾Ρωμαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. ἔκγονος δὲ τοῦ Τιβερίνου Ἀμούλιος, ὃς ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε ταῖς βρονταῖς ἐκ μηχανῆς ἀντεπάγειν καὶ ἀνταστράπτειν ταῖς ἀστρα- παῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λίμνης παρ’ ᾗ τὰ αὐτοῦ βασίλεια ἵδρυτο ἐπιρρυείσης αἰφνίδιον καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ βασίλεια. Ἀουεντῖνος δὲ ὁ υἷός αὐτοῦ ἐν πολέμῳ ἀπέθανε. Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ Ἀλβανῶν · τὰ δὲ τῶν Ῥωμαίων ἀρχὴν ἐσχήκασι τὸν Νομίτωρά τε καὶ τὸν Ἀμούλιον, οἵ Ἀουεντίνου μὲν ἐγένοντο υἱωνοί, τοῦ δ' Αἰνείου ἀπόγονοι. τῆς γοῦν ἐν Ἄλβῃ βασιλείας κατὰ διαδοχὴν περιελθούσης αὐτοῖς ,νείμασθαι ταύτην ἠθέλησαν καὶ τὰ χρήματα. τοῦ Ἀμουλίου τοίνυν ἰδίᾳ μὲν τὰ χρήματα θέντος, ἰδίᾳ δέ γε τὴν βασιλείαν ,καὶ ἐξ ἀμφοῖν τὸν ἀδελφὸν προτρεψαμένου ὃ πρὸς βουλῆς αὐτῷ ἐπιλέξασθαι ,τὴν βασιλείαν εἵλετο ὁ Νομίτωρ, ἄτε καὶ πρεσβύτερος ἀδελφός· φός· λαβὼν δὲ τὰ χρήματα ὁ Ἀμούλιος, καὶ δύναμιν ἐκ τούτων περιβαλλόμενος, καὶ τὴν βασιλείαν ἀφείλετο. θυγατρὸς δὲ τῷ Νομίτωρι οὔσης, δεδιὼς μὴ παῖδες ἐξ αὐτῆς γένοιντο καὶ κατεξανασταῖεν αὐτοῦ, ἱέρειαν τῆς Ἑστίας ἐκείνην ἀπέδειξεν ,ἄγαμον διὰ τοῦτο καὶ παρθένον διὰ βίου μέλλουσαν ἔσεσθαι ἡ δὲ κύουσα ἐφωράθη μετέπειτα ὑπὸ Ἄρεος, ὡς μυθεύεται, ὑπ’ ἀνθρώπων δὲ πάντως τινός. εἵρχθη οὖν διὰ τοῦτο, ἔνα μὴ λάθῃ τεκοῦσα. καὶ ἔτεκε διδύμους παῖδας μεγάλους τε καὶ καλούς. μᾶλλον οὑν φοβηθεὶς ὁ Ἀμούλιος ἐκέλευσε τὰ βρέφη ῥιφῆναι. καὶ ὁ ταῦτα λαβὼν σκάφῃ ἐνθέμενος ἐμβάλλει τῷ ποταμῷ τῷ Τιβέριδι. παρασῦραν δὲ τὴν σκάφην τὸ ῥεῦμα εἴς τινα χῶρον κατήνεγκε μαλθακόν· ἔνθα κειμένοις τοῖς βρέφεσι λύκαιναν ἱστοροῦσι προσιοῦτῆς ’σαν θηλὴν παρέχειν αὐτοῖς, καὶ ὄρνιν δρυοκολάπτην παρεῖναι ταῦτα ψωμίζοντα καὶ φυλάττοντα. ἐκεῖ δὲ κείμενα τὰ βρέφη λαθὼν ἀφείλετό τις Ἀμουλίου συοφοφρβὸς Φαυστοῦλος καλούμενος · καὶ παρὰ τῆς ἐκείνου ἐτράφησαν γυναικός ,ᾗ ὄνομα Λαρεντία· καὶ ὁ μὲν Ῥωμύλος, ὁ δ’ ἕτερος Ῥῶμος ἐκλήθησαν. τινὲς δὲ μὴ λύκαιναν εἶναι τὴν τῶν παίδων φασὶ τροφόν, ὃ καὶ πιθανώτερον ἢ ἀληθέστερον μάλιστα, ἀρχὴν δὲ τὸν λόγον οὕτω λαβεῖν. λούπας καλοῦσι Ῥωμαῖοι τάς τε λυκαίνας καὶ τὰς ἑταίρας · πορνευομένη δ’ ἡ Λαρεντία, ἣ τοὺς παῖδας ἐθρέψατο, καὶ λοῦπα διὰ τοῦτο καλουμένη, χώραν τῷ μύθῳ παρέσχετο.