Ancient Greek · ~23 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.12.1
Not analysed yet
ἐνιαυτοὺς οὕτως ἐξέπεσε τῆς ἀρχῆς, οἶ Ῥωμαῖοι δὲ πρὸς τὸν Βροῦτον ἀπέκλιναν καὶ αὐτὸν εἵλοντο ἄρχοντα. ἵνα δὲ μὴ ἡ μοναρχία βασιλεία δοκῇ, καὶ συνάρχοντα αὐτῷ ἐψηφίσαντο τὸν τῆς Λουκρητίας ἐκείνης ἄνδρα τὸν Κολλατῖνον Ταρκύνιον, ὡς ἀπεχθῶς πρὸς τοὺς τυράννους πιστευόμενον ἔχειν διὰ τὴν βίαν τῆς γυναικός. ἐκ δέ γε Ταρκυνίου πρέσβεις εἰς Ῥώμην ἧκον περὶ καθόδου διαλεγόμενοι· ὡς δ’ οὐδὲν ἤνυον, ἕτεροι αὖθις ἐπέστησαν, ἀφίστασθαι τῆς βασιλείας καὶ παύειν τὸν πόλεμον λέγοντες τὸν Ταρκύνιον, εἰ τὰ χρήματα δοθεῖεν αὐτῶ καὶ τοῖς φίλοις καὶ τοῖς οἰκείοις, ἀφ’ ὡν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ αὐτοῦ Κολλατίνου τοῦ τῷ Βρούτῳ συνάρχοντος, εἰς ἀγορὰν ὁ Βροῦτος ἐκ τοῦ βουλευτηρίου ἐξέδραμε, προδότην τὸν Κολλατῖνον ἀποκαλῶν, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον. Οἱ πρέσβεις δὲ ἐπὶ τῇ τῶν χρημάτων προφάσει τῇ Ῥώμῃ ἐνδιατρίβοντες ἴσχυσαν ἴσχυσαν διαφθεῖραι τόν ἐπισήμων τινάς, μεθ’ ὧν καὶ δύο τοῦ Βρούτου παῖδας ἔπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι. ὡς οὑν αυνέπεισαν τὰ μειράκια, ἔδοξε καὶ ὅρκον προβῆναι, καὶ ἐπὶ τούτοις εἰς οἰκίαν συνῆλθον. ἦν δὲ ὁ οἶκος ὑπέρημος καὶ σκοτώδης. ἔλαθεν οὖν ἔνδον ὢν οὐκ ἐκ προνοίας, ἀλλὰ τυχαίως οἰκέτης ὄνομα Οὐινδικιος, καὶ κατακρυφθεὶς ἐκεῖ θεατής τε τῶν δρωμένων ἢν καὶ τῶν βεβουλευμένων ἐπήκοος ἅπερ ἤσαν τοὺς ὑπάτους ἀνελεῖν καὶ τὴν πόλιν προδοῦναι · καὶ ταῦτα τῷ Ταρκυνίῳ διὰ τῶν πρέσβεων ἐπεστάλκασιν. ἀπελθόντων δὲ τοῦ οἰκήματος τῶν συνωμοτῶν, ἐξελθὼν ὁ οἰκέτης ἅπαντα κατεμήνυσε. καὶ οἵ τε τὴν προδοσίαν μελετήσαντες συνελήφθησαν, καὶ τὰ γράμματα ἐκομίσθησαν· καὶ εἰς τὴν ἀγορὰν προαχθέντων αὐτῶν καὶ τὸν Οὐίνδικα παρεστήσαντο. τά τε γράμματα ἀνεγνώσθησαν· καὶ οἱ μὲν ἄλλοι ἐν κατηφείᾳ ἦσαν καὶ σιωπῇ, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱέων ἑκάτερον προσειπών “οὐκ ἀπολογεῖσθε” ἔφη πρὸς τὴν κατηγορίαν;” τῶν δὲ σιωπώντων στραφεὶς πρὸς τοὺς ὑπηρέτας “ὑμέτερον” εἶπεν ‘‘ἤδη λοιπὸν τὸ ἔργον.” οἱ δὲ συλλαβόντες τοὺς νεανίσκους ῥάβδοις κατέξαινον. καὶ τῶν ἄλλων ἐπικλωμένων τοῖς πάσχουσιν ὁ πατὴρ οὔτ’ ἀλλαχόσε τὰς ὄψεις ἀπήγαγεν οὔτε μὴν οἴκτου τι ἐνεδείξατο μέχρι πελέκει τὰς κεφαλὰς τῶν παίδων ἀπέκοψαν. τοῦτο δὲ οὔτ’ ἐπαινεῖν οὔτε ψέγειν ἐστὶ ῥᾴδιον· ἢ γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησεν αὐτοῦ τὴν ψυχὴν ἢ πάθους μέγεθος εἰς ἀναλγησίαν· οὐδέτερον δὲ μικρὸν οὐδ’ ἀνθρώπινον, ἀλλ’ ἠ’ θεῖον ἢ θηριῶδες. Οὕτω δὲ τούτων θανόντων καὶ περὶ τῶν ἄλλων συνωμοτῶν ψῆφον ἐνεγκεῖν ὁ Βροῦτος ἀπῄτητο. ὁ δέ τοῖς μὲν υἱέσιν” εἶπεν “αὐτὸς ἀποχρῶν εἰμι δικαστῆς, περὶ δὲ τῶν ἄλλων τοῖς πολίταις ἐλευθέροις οὖσι τῆς ψήφου παραχωρῶ.’ ψήφου τοίνυν δοθείσης πάντες ἐπελεκίσθησαν. ἦσαν δὲ τούτων τινὲς τῷ Κολλατίνῳ προσήκοντες· δι’ οὓς καὶ ὠργίζετο. ὅθεν ὁ Βροῦτος οὕτω κατ’ αὐτοῦ τὸν δῆμον παρώξυνεν ὡς μικροῦ καὶ αὐτοχειρίᾳ αὐτὸν ἀνελεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἐποίησαν, τὴν δ’ ἀρχὴν ἠνάγκασαν αὐτὸν ἀπειπεῖν. εἵλοντο δὲ ἀντ᾿ ἐκείνου συνάρχοντα Πόπλιον Οὐαλέριον, ὃς Ποπλικόλας προσωνομάσθη· δηλοῖ δ᾿ ἡ κλῆσις ἐξελληνιζομένη δημοκηδῆ ἢ δημοτικώτατον. Ταρκύνιος δὲ ἀπογνοὺς τὴν ἐκ προδοσέας βασιλείας ἀνάληψιν, προσῄει τοῖς Τυρσηνοῖς. οἱ δὲ δυνάμει βαρείᾳ κατῆγον αὐτόν. ἀντεξῆγον δὲ καὶ τοὺς ῾Ρωμαίους οἱ ὕπατοι. ἀρχομένης δὲ τῆς μάχης Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ ῾Ρωμαίων ὕπατος ἀλλήλοις περιπεσόντες ἐμάχοντο, καὶ ἀφειδήσαντες ὑπὸ θυμοῦ ἑαυτῶν συναπέθανον. μεγάλης δὲ τῆς μάχης γενομένης καὶ πολλῶν ἑκατέρωθεν πεσόντων ἄκριτος ἢν ἡ νίκη. νυκτὸς δ᾿ ἐπελθούσης λέγεται σεισθῆναι τὸ ἄλσος παρ᾿ ᾧ ἐστρατοπεδεύοντο, καὶ φωνὴν ἐκπεσεῖν ἐκεῖθεν μεγάλην φράζουσαν ἐνὶ πλείους τεθνάναι Τυρρηνῶν ἢ ῾Ρωμαίων. ἄμα δὲ τῆ φωνῇ ῾Ρωμαῖοι μὲν μέγα καὶ θαρσαλέον ἠλάλαξαν, πτοία δ᾿ ἐνέπεσε Τυρρηνοῖς· καὶ θορυβηθέντες τοῦ στρατοπέδου ἐξέπεσον· εἷλον δ᾿ οἱ ῾Ρωμαῖοι τοῦτο καὶ διηρπάκασιν. ἀριθμηθέντες δὲ οἱ νεκροὶ τῶν ἐν τῇ μάχῃ θανόντων εὑρέθησαν οἱ μὲν τῶν Τυρρηνῶν ἐπὶ μυρίοις χίλιοι τριακόσιοι, οἱ δὲ Ῥωμαῖοι παρ’ ἔνα τοσοῦτοι. ἐθριάμβευσε δὲ Οὐαλέριος Ποπλικόλας πρῶτος ὑπατεύων. Ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην, ἐν ἧ καὶ τὸν υἱὸν ἀπέβαλε μαχεσάμενον Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευε Κλάραν Πορσίναν, ἄνδρα μεγίστην ἔχοντα δύναμιν τῶν Ἰταλικῶν βασιλέων· καὶ ὃς αὐτῷ βοηθήσειν ὑπέσχετο. καὶ πρῶτον μὲν ἔπεμψεν εἰς ῾Ρώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον, ὡς δὲ οὐχ ὑπήκουσαν, ἀφίκετο μετὰ βαρείας δυνάμεως. Ποπλικόλας δὲ Οὐαλέριος εἰς ἀρ- χὴν τὸ δεύτερον αἱρεθεὶς καὶ μάχην συνάψας καὶ τραυματισθεὶς φοράδην τῆς μάχης ἐξεκομίσθη. ἐπικειμένου δὲ τοῦ Πορσίνα τῇ πόλει λιμὸς ἥπτετο τῶν ῾Ρωμαίων. ἔκ τινος δὲ συμβεβηκότος ἢ μᾶλλον ἐκ προνοίας γενομένου ὁ Πορσίνας τὸν πρὸς ῾Ρωμαίους κατέλυσε πόλεμον. ἀνὴρ γάρ τις Μούκιος Κόρδος, εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος, Σκαιόλας τὴν ἐπίκλησιν, ὃ δηλοῖ τὸν μονόχειρα ἢ μὴ ἀρτιόχειρα, τὸν Πορσίναν ἀνελεῖν βουλευσάμενος παρῆλθεν εἰς τὸ ἐκείνου στρατόπεδον, Τυρσηνίδα φορῶν ἐσθῆτα καὶ ὁμοίᾳ κεχρημένος φωνῇ. καὶ σαφῶς μὲν τὸν Πορσίναν οὐκ εἰδώς, ἐρέσθαι δὲ δεδιός, τὸν γραμματέα αὐτοῦ συγκαθήμενον αὐτῷ καὶ ὁμοίως ἔχοντα τῆς στολῆς σπασάμενος τὸ ξίφος ἀπέκτεινε. καὶ συλληφθεὶς ἀνεκρίνετο· ἐσχαρίδος δέ τινος τῷ Πορσίνᾳ μέλλοντι θύειν τότε κεκοσμημένης, ὑπερσχὼν τὴν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τόν Πορσίναν ἀποβλέπων ἀτρἐπτῳ προσώπῳ, ὅθεν αὐτῷ τῆς χειρὸς φθαρείσης ἐγένετο ἡ ἐπίκλησις, μέχρι θαυμάσας ἐκεῖνος ἀφῆκεν αὐτόν. ὁ δὲ Σκαιόλας ἕτερον τρόπον ἐσοφίσατο τὸν ἐχθρόν, καὶ εἶπε “τὸν φόβον σου, Πορσίνα, νενικηκὼς ἥττημαί σου τῆς ἀρετῆς, καὶ χάριτι μηνύω ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσα. τριακόσιοι ῾Ρωμαίων τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου διατρίβουσιν, ὧν ἐγὼ προεπιχειρήσας κλήρῳ λαχὼν οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καὶ φίλου μᾶλλον ἢ πολεμίου ῾Ρωμαίοις εἶναι προσήκοντος.” ἐντεῦθεν ὁ Πορσίνας πρὸς τὰς συμβάσεις ἐγένετο προθυμότερος. Ὁ δὲ Ποπλικόλας τὸ τρίτον ὑπατεύων τότε προυκαλεῖτο συνεχῶς τὸν Ταρκύνιον ἐπὶ δίκῃ, ὡς ἐξε- λέγξων κάκιστον καὶ ἐκπεπτωκότα τῆς ἀρχῆς ἐνδικώτατα, τοῦ Πορσίνου δικάζοντος. ἀποκριναμένου δὲ Ταρκυνίου μὴ αἱρεῖσθαι Πορσίναν διαιτητήν, εἰ σύμμαχος ὢν μεταβάλλεται, καταγνοὺς ὁ Πορσίνας τὸν πόλεμον κατελύσατο. καὶ μετὰ ταῦτα δὲ πολλάκις μὲν ἐπεχείρησαν οἶ Ταρκύνιοι τὴν βασιλείαν ἀναλαβεῖν, τοῖς ὁμοροῦσι Ῥωμαίοις ἔθνεσι συμμαχούμενοι, πάντες δὲ ἐν ταῖς μάχαις ἐφθάρησαν, πλὴν τοῦ γέροντος, ὃς καὶ Σούπερβος ἐκαλεῖτο· εἴποι ἄν τις Ἕλλην ἀνήρ, ὑπερήφανος. κἀκεῖνος δὲ μετέπειτα εἰς Κύμην τὴν ἐν Ὀπικίᾳ γενόμενος ἐτελεύτησεν.