Ancient Greek · ~20 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.13.1
Not analysed yet
Οὔτῳ μὲν οὑν τοῖς Ταρκυνίοις τὰ πράγματα ἐπεράνθησαν· ἐκείνων δ' ἐξωσθέντων τῆς βασιλείας ὕπατοι, ὡς εἴρηται, παρὰ τῶν Ῥωμαίων ᾑρέθησαν. ὧν εἶς ἦν καὶ Πόπλιος Οὐαλέριος, ὅς τετράκις ὑπάτευσεν, ὁ καὶ Ποπλικόλας ἐπικληθείς. οὕτος οὑν μό- νος ἄρχων καὶ μὴ συνάρχοντα εἰληφὼς Ῥωμαίοις προσέκρουσε, λέγουσι μὴ τῆς τοῦ Βρούτου κληρονόμον ὑπατείας εἶναι, τῆς δὲ τοῦ Ταρκυνίου τυραννίδος διάδοχον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι προιόντα ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ γὰρ πολυτελεστέραν εἶχεν οἰκίαν ἐπικειμένην τῇ ἀγορᾷ ταῦτα ὁ Ποπλικόλας μαθών, τεχνίτας πλείστους συναγαγὼν νυκτὸς κατέβαλε τὴν οἰκίαν καὶ ταύτην κατέσκαψεν, ὥστε μεθ’ ἡμέραν τοὺς Ῥωμαίους βλέποντας τὸ γενόμενον τὴν μὲν τοῦ ἀνδρὸς μεγαλοφροσύνην θαυμάζειν, ἄχθεσθαι δ’ ὑπὲρ τῆς οἰκίας διὰ τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ τοὺς πελέκεις δὲ τόν ῥάβδων ἀπέλυσεν, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ἀφῆκε τῷ δήμῳ. καὶ τὴν τῶν χρημάτων διοίκησιν ἄλλοις ἀπένειμεν, ἵνα μὴ τούτων ἐγκρατεῖς ὄντες οἶ ὑπατεύοντες μέγα δύνωνται. ὅτε πρῶτον οἶ ταμίαι ἤρξαντο γίνεσθαι· κοιαίστωρας δ’ ἐκάλουν αὐτούς. οἲ πρῶτον μὲν τὰς θανασίμους δίκας ἐδίκαζον, ὅθεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀληθείας ἐκ τῶν ἀνακρίσεων ζήτησιν· ὕστερον δὲ καὶ τὴν τῶν κοινόν χρημάτων διοίκησιν ἔλαχον, καὶ ταμίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ’ ἑτέροις μὲν ἐπετράπη τὰ δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων ἤσαν διοικηταί. ἀπέδειξε δὲ ἑαυτῷ συνάρχοντα τὸν τῆς Λουκρητίας πατέρα Λουκρήτιον. ταχὺ δὲ τούτου θανόντος ᾑρέθη Μάρκος Ὁράτιος συνάρχειν αὐτῷ τὸν ὑπόλοιπον καιρόν τοῦ ἐνιαυτοῦ. αἱρεθεὶς δὲ καὶ αὖθις ὕπατος ὁ Ποπλικόλας ἔσχε συνυπατεύοντα Τίτον Λουκρήτιον. Μετὰ δὲ ταύτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος ἀνεδείχθη Μάρκος Οὐαλέριος ἀδελφὸς Ποπλικόλα καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν πολέμων γνώμῃ καὶ παρουσίᾳ τοῦ Ποπλικόλα, δυσὶ μάχαις ὁ Μάρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε. Τῷ δ’ ἐξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας. καὶ προσεδοκᾶτο Σαβίνων τε καὶ Λατίνων ἁμονοησάντων κατὰ τῆς Ῥώμης προσέλασις. ἦν δ’ ἐν Σαβίνοις ἀνὴρ Ἄππιος Κλαύδιος ἔν τε χρήμασι καὶ ῥώμῃ σὠματος πρωτεύων, ἐν ἀρετῆς δὲ μάλιστα δόξῃ ἀπιφανὴς καὶ λόγου δεινότητι· ὃς διὰ ταῦτα φθονούμενος ἐπεβουλεύετο παρὰ τῶν ὁμογενῶν ὅτι συνεβούλευε καταπαύειν τὸν πόλεμον. διὸ αὐτός τε τῇ Ῥώμῃ προσεληλύθει καὶ πολλοὺς τῶν φίλων τε καὶ οἰκείων συνέπεσθαί οἱ συνέπεισεν. οὓς ὁ Ποπλικόλας φιλοφρόνως ἐδέξατο, τῇ βουλῇ τὸν Κλαύδιον προσγραψάμενος. ὅθεν καὶ ἐμφρόνως πολιτευόμενος ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα, καὶ γένος μέγα τὸ Κλαυδίων κατέλιπεν ἐπὶ πλεῖστον ἀνθῆσαν καὶ προεληλυθὸς εἰς δόξης ἀκρότητα. οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ μεγάλῳ κατὰ τῆς ῾Ρώμης ἐπήλασαν. οἷς τοὺς ῾Ρωμαίους ὁ Ποπλικόλας ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς ἄριστα, μικροῦ 10 πάντας ἀπώλεσε· καὶ τὸν δῆμον ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων ὠφέλησεν. ἀγαγὼν δ᾿ ἐπὶ τῇ νίκῃ θρίαμβον, καὶ τοῖς μετ᾿ αὐτὸν ὑπάτοις παραδοὺς τὴν πόλιν, εὐθὺς ἐτελεύτησε, δημοσίᾳ ταφεὶς καὶ θρηνηθεὶς ἐφ᾿ ὅλον ἐνιαυτόν. Οἱ μέντοι Σαβῖνοι δι᾿ ὀργὴν ὢν ἔπαθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν, ἀλλὰ τὴν Ῥωμαΐδα χώραν κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν τὸ δεύτερον ὑπατεύοντα· καὶ εἷλον ἂν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος Ἀγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκούρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς ἔφθειραν, ὥστε τοὺς λοιποὺς ἀναχωρήσαι. μετὰ δὲ ταῦτα Σπούριός τε Κάσσιος καὶ Ὀπιτώριος Οὐεργίνιος ὑπατεύοντες τοῖς Σαβίνοις ἐσπείσαντο. Καμέριον δὲ τὸ ἄστυ ἐλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς δὲ λοιπούς ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν. Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δούλους τινὰς ἐπὶ καταλήψει τοῦ Καπιτωλίου συνωμοσίαν θεμένους συλλαβόντες ἔφθειραν. Σερούιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αὖθις συνωμοσίαν δούλων καὶ ἄλλων δή τινων συστάντων αὐτοῖς προκατέλαβον, ἀγγελθεῖσαν αὐτοῖς πρός τινων τῆς ἐπιβουλῆς μετεχόντων. οὕς καὶ συσχόντες περι- σταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς ἄλλα τε καὶ πολιτεία ἐδόθη. Αὖθις δὲ πολέμου παρὰ Λατίνων κατὰ Ῥώμης κεκινημένου οὐκ ἤθελον οἱ πολλοὶ τὰ ὅπλα λαβεῖν, ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γενέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ’ ἀμφοτέροις αὐτοῖς τότε πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύτης ἠξιωμένος ὠνόμαστο, ἠδύνατο δὲ πάντα ἐξ ἴσου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασιλέως ἐπωνυμίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ’ ἐκ τῆς μοναρχίας ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν στάσεων περιστάσεις, ἐν ἄλλῳ ταύτην ὀνόματι εἵλοντο. ἦν οὖν, ὡς εἴρηται, ἡ δικτατωρεία κατά γε τὴν ἐξουσίαν τῇ βασιλείᾳ ἰσόρροπος, πλὴν ὅτι μὴ ἐφ’ ἵππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι ἔμελλεν, οὔτε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ μὴ ἐψηφίσθη· δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οἴκοι καὶ ἐν στρατείαις ἠδύνατο, καὶ οὐ τοὺς τοῦ δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ ἐξ αὐτῆς τῆς βουλῆς. καὶ οὔτ’ ἐγκαλέσαι τις αὐτῷ οὔτ’ ἐναντίον τι διαπράξασθαι ἴσχυεν, οὐδὲ οἱ δήμαρχοι, οὔτε δίκη ἐφέσιμος ἐγίνετο ἀπ’ αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν ἕξ μηνῶν ἡ τῆς δικτατωρείας ἀρχὴ παρετείνετο, ἔνα μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρονίσας ὑπερφρονήσῃ καὶ πρὸς ἔρωτα μοναρχίας ἐκκυλισθῇ. ὅπερ ἐς ὕστερον καὶ ὁ Καῖσαρ Ἰούλιος ἔπαθεν, ἐπεὶ παρὰ τὰ νενομισμένα τῆς δικτατωρείας ἠξίωτο.