Ancient Greek · ~17 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.14.1
Not analysed yet
Τότε μὲν οὖν δικτάτωρος γενομένου Λαρκίου οὐ- ’δεν ὁ δῆμος ἐνεωτέρισεν, ἀλλὰ καὶ ἐν τοῖς ὅπλοις ἐγένοντο. τῶν δὲ Λατίνων ἡσυχίαν ἀγόντων ἐπὶ συνθήκαις, οἱ δανεισταὶ τοὺς ὀφειλέτας μετεχειρίζοντο βιαιότερον, καὶ ὁ δῆμος αὖθις ἐστασίαζε διὰ τοῦτο, ὥστε καὶ εἰς τὸ συνέδριον συνδραμεῖν· καὶ πάντες ἂν ὑπὸ τῶν εἰσπεσόντων ἐν αὐτῷ διεφθάρησαν, εἰ μή τινες τοὺς Οὐολούσκους εἰς τὴν χώραν ἐμβαλεῖν ἤδη κατήγγειλαν. πρὸς δὲ τὴν τοιαύτην ἀγγελίαν ὁ δῆμος ἠρέμησεν, οὐχὶ φεισάμενος τῆς βουλῆς, ἀλλ’ ὡς ὑπὸ τῶν πολεμίων ὅσον οὔπω φθαρησομένης. διὸ οὔτε τοῦ τείχους ἔθεντο φυλακὴν οὔτε τινὰ παρεῖχον βοήθειαν, μέχρις ὁ Σερουίλιος τούς τε ἐξ ὑπερημερίας κρατουμένους ἀφῆκε, καὶ ἄδειαν τῶν εἰσπράξεων καθ’ ὅσον στρατεύοιντο ἐψηφίσατο, καὶ κουφίσαι τὰ χρέα ὑπέσχετο. τότε μὲν οὖν διὰ ταῦτα τοῖς πολεμίοις ἐπεξελθόντες ἐνίκησαν· μήτε δὲ τῶν χρεῶν κουφισθέντες μήτ’ ἄλλου μηδενὸς τυχόντες ἐπιεικοῦς, καὶ πάλιν ἐθορύβουν τε καὶ ὠργίζοντο, καὶ κατὰ τῆς βουλῆς καὶ τῶν στρατηγῶν ἐστασίαζον. Πολέμου δὲ αὖθις ἐπενεχθέντος οἱ μὲν στρατη- γοῖ χρεῶν ἀποκοπὰς ἐψηφίζοντο, ἠναντιώθησαν δ ἕτεροι· διὸ καὶ δικτάτωρ ἐρρήθη Οὐαλέριος Μάρκος, ἐκ τῆς Ποπλικόλα συγγενείας γενόμενος καὶ τῷ πλήθει φιλούμενος· ἔνθεν τοι τοσοῦτοι καὶ οὕτω προθύμως, ἐπεὶ αὐτοῖς καὶ ἆθλα ὑπέσχετο, συνελέγησαν, ὡς καὶ τῶν Σαβίνων κρατῆσαι καὶ τῶν συμμαχούντων αὐτοῖς Οὐολούσκων καὶ Αἰκουῶν. ἐπὶ τούτοις ἄλλας τε τῷ Οὐαλερίῳ ὁ δῆμος τιμὰς ἐψηφίσατο καὶ Μάξιμον ἐπωνόμασεν ἐξελληνιζόμενον δὲ μέγιστον σημαίνει τὸ ὄνομα. ὁ δὲ θέλων τῷ δήμῳ χαρίσασθαι πολλὰ διειλέχθη τῇ γερουσίᾳ, ἀλλ’ οὐκ ἔσχε ταύτην πειθήνιον. διὸ σὺν ὀργῇ ἐκπηδήσας τοῦ συνεδρίου, δημηγορήσας τε πρὸς τὸν δῆμον πολλὰ κατὰ τῆς βουλῆς τὴν ἡγεμονίαν ἀπείπατο. καὶ ὁ δῆμος ἔτι μᾶλλον εἰς στάσιν ἠρέθιστο. οἱ γὰρ δανεισταί, τῆς περὶ τὰ συμβόλαια ἀκριβείας ἐχόμενοι καὶ μή τι τοῖς ὀφλοῦσιν ἐνδιδόντες, τοῦ ἀκριβοῦς τε διήμαρτον καὶ πολλῶν ἑτέρων ἀπέτυχον. ἡ γὰρ πενία καὶ ἡ ἐκ ταύτης ἀπόνοια κακόν ἐστι βίαιον, εἰ δὲ καὶ τὸ πλῆθος προσλάβοι, καὶ δυσμαχώτατον. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τότε τῶν δυνατωτέρων πρὸς τοὺς ὑποδεεστέρους ἀκρίβεια γέγονεν. ὡς γὰρ ταῖς στρατείαις τε τὸ στρατιωτικὸν ἐπιέζετο καὶ πολλὰ πολλάκις ἐλπίσαν σαφῶς ἐξηπάτητο, καὶ παρὰ τῶν δανειστῶν οἱ ὀφειλέται ὑβρίζοντο καὶ ᾐκίζοντο, ἐς τοσοῦτον ὀργῆς ἐξεκαύθησαν ὡς καὶ τὴν πόλιν τῶν ἀπόρων πολλοὺς ἐκλιπεῖν καὶ ἐκ τοῦ στρατοπέδου ἀναχωρῆσαι καὶ ἐκ τῆς χώρας ὡς πολεμίους τὰς τροφὰς ἐρανίζεσθαι. Οὕτω δὲ τούτων συνενεχθέντων, ἐπεὶ πολλοὶ πρὸς τοὺς ἀποστάντας συνέρρεον, δείσαντες οἱ βουλευταὶ μὴ ἐπὶ πλέον οὗτοί τε ἐκπολεμωθῶσι καὶ τῇ στάσει συνεπίθωνται οἱ περίοικοι, διεκηρυκεύσαντο πρὸς αὐτούς, ὅσα πρὸς βουλῆς ἤσαν αὐτοῖς ποιεῖν ὑπισχνούμενοι. ὡς δὲ μάλιστα ἐθρασύνοντο καὶ οὐδένα λόγον ἐδέχοντο, εἷς τῶν πρέσβεων Ἀγρίππας Μενήνιος μύθου τινὸς σφᾶς ἀκοῦσαι ἠξίωσε· καὶ τυχὼν εἶπε στασιάσαι πρὸς τὴν γαστέρα τὰ μέλη πάντα τοῦ σὠματος, καὶ φάναι τοὺς ὀφθαλμοὺς ὡς ἡμεῖς τάς τε χεῖρας ἐνεργοὺς εἰς ἔργα καὶ τοὺς πόδας πρὸς πορείαν τιθέαμεν, τὴν γλῶσσαν δὲ καὶ τὰ χείλη ὅτι δι’ ἡμῶν τὰ τῆς καρδίας βουλεύματα διαγγέλλονται, τὰ ὦτα δ’ αὖ ὡς δι’ ἡμῶν οἱ ἑτέρων λόγοι τό νοὶ παραπέμπονται, τὰς δὲ χεῖρας ὅτι ἐργάτιδες οὖσαι ἡμεῖς περιποιούμεθα πορισμούς, τοὺς πόδας δ' αὖθις ὅτι ἅπαν ἡμεῖς τό σῶμα φέροντες κοπιῶμεν κἀν ταῖς πορείαις κἀν ταῖς ἐργασίαις καὶ ἐν ταῖς στάσεσιν· ἡμῶν δ’ ἐνεργούντων οὕτω σὺ μόνη ἀσυντελὴς οὖσα καὶ ἀεργὸς ὑπὸ πάντων ἡμῶν ὡς δέσποινά τις ὑπηρετῇ καὶ τῶν ἐκ καμάτου πάντων ἡμῶν πορισμῶν ἀπολαύεις αὐτή. ἡ δὲ γαστὴρ αυνέθετο καὶ αὐτὴ οὕτω ταῦτ’ ἔχειν, καὶ εἰ δοκεῖ, ἔφησεν, ἀχορήγητόν με ἐάσατε, μηδέν μοι προσφέροντες. ἔδοξε ταῦτα, καὶ μή τι τοῦ λοιποῦ χορηγεῖσθαι τῇ γαστρὶ κοινῶς ἐψηφίσθη τοῖς μέλεσι. τροφῆς δὲ μὴ προσφερομένης αὐτῇ οὔθ’ αἶ χεῖρες πρὸς ἔργον ἤσαν εὐκίνητοι διὰ τὴν ἔνδειαν τῆς γαστρὸς ἀτονήσασαι, οὔθ’ οἱ πόδες ἔρρωντο, οὔτε τι ἕτερον τῶν μελῶν τὴν οἰκείαν ἐνέργειαν παρεῖχεν ἀπρόσκοπον, ἀλλ’ ἄπρακτα πάντα δυσκίνητά τε ἢ καὶ τέλεον ἤσαν καὶ τότε συνῆκαν ὅτι τὰ τῇ γαστρὶ προσφερόμενα οὐ μᾶλλον ἐκείνῃ, ἀλλ’ αὐτοῖς κεχορήγηνται καὶ αὐτῶν ἕκαστον τῶν ἐκείνῃ προσαγομένων παραπολαύει. Τούτοις τοῖς λόγοις τὸ πλῆθος συνῆκεν ὡς αἱ τῶν εὐπόρων οὐσίαι καὶ τοῖς πένησίν εἰσιν εἰς ώφέλειαν, καὶ εἰ κἀκεῖνοι ὠφελοῖντο ἐκ δανεισμάτων καὶ τὰς οὐσίας αὔξουσιν, οὐκ εἰς βλάβην τοῦτο τῶν πολλῶν ἀποβαίνει, ὡς εἴ γε μὴ ἔχοιεν οἱ πλουτοῦντες, οὐδ’ οἱ πένητες ἂν ἐν καιροῖς ἀναγκαίοις ἕξουσι τοὺς δανείσοντας, καὶ ἀπολοῦνται χρείας κατεπειγούσης. ἐντεῦθεν ἠπιώτεροι γενόμενοι κατηλλάγησαν, κουφισμὸν τῶν ὀφειλῶν καὶ τῶν ὑπερημεριῶν ἄφεσιν τῆς βουλῆς ψηφισαμένης αὐτοῖς.