Ancient Greek · ~9 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.22
Not analysed yet
Εἰ δὲ καί, ὡς ἤδη ἱστόρηται) ὁ δῆμος ἐμίσει τὸν Κάμιλλον, ἀλλ’ ὁ πρὸς Φαλίσκους πόλεμος ἠνάγκασε χιλίαρχον ψηφισθῆναι αὐτόν. καὶ αὐτοὺς μὲν ἐνίκησαν μαχεσάμενοι ,πολιορκοῦντες δὲ πόλιν αὐτῶν ἐρυμνὴν Φαλερίους ὠνομασμένην οὐδὲν ἤνυον. οὕτω γὰρ τῆς πολιορκίας οἱ τῆς πόλεως κατεφρόνουν ὡς καὶ τοὺς παῖδας αὐτῶν παρὰ τὰ τείχη περιπατήσοντας μετὰ τοῦ διδασκάλου γαῖ γυμνασομένους φοιτᾶν. καὶ κἂν ἀπέστησαν τῆς πολιορκίας, εἰ μή τι συμβέβηκεν. οὗτος γὰρ ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς πολίταις ἢ δι’ ὀργήν τινα ἢ κέρδους ἐλπίδι ἡμέρας ἑκάστης ἐξῆγε τοὺς παῖδας ἐπὶ τὸ τεῖχος, ἐγγὺς τὸ πρῶτον, καὶ εἰσῆγεν αὖθις αὐτοὺς γυμνασαμένους εὐθύς· τέλος δ’ εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλεν ἅπαντας καὶ ἄγειν ἐκέλευσε πρὸς τὸν Κάμιλλον, καὶ παραστὰς αὐτῷ πᾶσαν εἶπε παραδιδόναι τὴν πόλιν διὰ τῶν παίδων. ἐκεῖνος δὲ δεινὸν τὸ ἔργον ἡγησάμενος, καὶ ἀρετῇ φήσας ἰδίᾳ τὸν μέγαν στρατηγόν, ἀλλ’ οὐκ ἀλλοτρίᾳ κακίᾳ θαρροῦντα χρῆ- ναι στρατεύειν, προσέταξε γυμνῶσαι μὲν τὸν διδάσκαλον καὶ δεσμῆσαι τὰς χεῖρας ὄπισθεν, τοῖς δὲ παισὶ ῥάβδους δοῦναι καὶ μάστιγας, ἔνα ταύταις τὸν προδότην τύπτοντες εἰς τὴν πόλιν ἐλαύνωσι. τῶν δὲ πολιτῶν ἄρτι γνόντων τὴν προδοσίαν δρόμος ἦν ἐπὶ τὰ τείχη καὶ θρῆνος ἀνδρῶν τε καὶ γυναικῶν. οὕτω δὲ διακειμένων αὐτῶν προσῆγον οἶ παῖδες γυμνὸν τὸν διδάσκαλον. ὅπερ ἰδόντες οἱ Φαλίσκοι καὶ μαθόντες ὅπως ἐγένετο, φέροντες ἑαυτοὺς ἐθελονταὶ τῷ Καμίλλῳ παρέδοσαν ,τὴν ἧτταν ἀγαπήσαι πρὸ τῆς ἐλευθερίας διὰ τὴν δικαιοσύνην αὐτοῦ λέγοντες. Χρήματα οὖν λαβὼν καὶ σπεισάμενος ἀνεχώρησεν. οἱ δὲ στρατιῶται ,διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς μισοδήμου κατηγόρουν αὐτοῦ. φθονηθεὶς δ' ἐπὶ πλέον κατηγορήθη ὡς μηδὲν τὸ δημόσιον ἐκ τῶν Τυρρηνικῶν ὠφελήσας χρημάτων, αὐτὸς δ’ ἐκ τούτων σφετερισάμενος. οὕτω δὲ ὠργίζοντο κατ’ αὐτοῦ ὡς μηδ’ οἶκτον αὐτοῦ τινα λαβεῖν ἐπὶ τῇ συμβάσῃ αὐτῷ συμφορᾷ· τέθνηκε γὰρ αὐτοῦ νοσήσας ὁ ἕτερος τῶν υἱῶν. δεόμενος δὲ τῶν φίλων μὴ περιιδεῖν αὐτὸν ἀδίκως κατακρινόμενον ,ἐπείπερ ἐκεῖνοι πρὸς μὲν τὴν ψῆφον αὐτῷ βοηθήσειν ἀπείπαντο, τὴν δὲ ζημίαν ὀφλόντι συνεκτίσειν ὑπέσχοντο, οὐκ ἀνασχόμενος ἔγνω φυγεῖν ἐκ τῆς πόλεως. καὶ ἐξιὼν ηὔξατο, εἰ μὴ δικαίως, ὕβρει δὲ δήμου ἐκπίπτει καὶ φθόνῳ ,ταχὺ τοὺς αὐτοὺς πολίτας αὐτοῦ δεηθῆναι καὶ ζητῆσαι αὐτόν. Ἐκεῖνος μὲν οὐν πρὸς Ῥουτούλους μετέστη ,ἐρήμην δ' ἑάλω, καὶ ψῆφος ἠνέχθη κατ’ αὐτοῦ τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσα ,ὃ γί νεται πρὸς ἀργυρίου λόγον δραχμαὶ χίλιαι πεντακόσιαι.