Ancient Greek · ~30 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.23.1
Not analysed yet
οἱ δ' Εὐρωπαῖοι Γαλάται ,ὧν οἱ Ἀσιᾶται νομίζονται ἄποικοι, Κελτικὸν ὄντες γένος, λιπόντες τὴν ἑαυτῶν ὡς οὐκ αὐτάρκη τρέφειν αὐτούς, οἱ μὲν ἐπὶ τὰ ὄρη τὰ Ῥιπαῖα ὡρμήκεσαν ,οἶ δὲ τῶν Ἄλπεων ἱδρυθέντες ἐγγὺς χρόνον ἐκεῖ διήγαγον πλείονα. τότε δὲ οἴνου κομισθέντος ἐξ Ἰταλίας, τούτου γευσάμενοι καὶ ὑπερθαυμάσαντες ,ἀράμενοι τὰ ὅπλα καὶ γονέας ἐπαγόμενοι τὴν γῆν ἐκείνην ἐζήτουν, ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι. καὶ πρὸς πόλιν Τυρρηνίδα Κλούσιον καλουμένην στρατεύσαντες ἐπολιόρκουν αὐτήν. οἱ δὲ Κλουσῖνοι πρὸς τοὺς Ῥωμαίους κατέφυγον αἰτοῦντες βοήθειαν. πρέσβεις δ' ἐκ Ῥώμης πρὸς ἐκείνους ἐπέμφθησαν· οὑς οἱ Γαλάται διὰ τὸ τῶν Ῥωμαίων ὄνομα ἐντίμως ἐδέξαντο ,καὶ τοῦ τειχομαχεῖν παυσάμενοι εἰς λόγους συνεληλύθασιν. ἐν τούτοις δὲ λοχήσαντες οἱ Κλουσῖνοι μετὰ τῶν ἐκ Ῥώμης πρέσβεων ἐπέθεντο τοῖς Γαλάταις. ὁ δὲ τῶν Γαλατῶν βασιλεὺς Βρέννος ὀργισθεὶς ἐπὶ τούτῳ, τῶν Κλουσίνων ἀμελήσας εὐθὺς ὡς εἶχε τὸ στράτευμα κατὰ τῆς Ῥώμης ἐκίνησεν, ἐπεὶ μὴ ἐπὶ τιμωρίᾳ οἱ πρέσβεις αὐτῷ ἐξεδίδοντο· καὶ τοσούτῳ τάχει ἐχρήσατο ὥστ’ ἐπελθεῖν αὐτοὺς τῇ πόλει μὴ προμαθόντων Ῥωμαίων τὴν ἔφοδον. τὸ μέντοι δαιμόνιον προαγγεῖλαι αὐτοῖς τὴν ἔφοδον λέγεται. Μάρκος γὰρ Καίδικος νυκτός ποι βαδίζων φωνῆς ἤκουσε λεγούσης “Γαλάται ἔρχονται.” εἰρηκότος δὲ τοῦτο Μάρκου τῷ δήμω καὶ τῇ βουλῇ, ἐν παιδιᾷ τὸν λόγον ἐποιοῦντο καὶ γέλωτι, ἕως αὐτάγγελοι οἶ Γαλάται σφῶν πλησίον ἐγένοντο. τότε δὲ σπουδῇ ἐξελθόντες καὶ ἀτάκτως ἀγωνισάμενοι αἰσχρότατα ἥττηντο. καὶ πολλοὶ μὲν ἐν τῇ μάχῃ πεπτώκασι, πολλοὶ δὲ φεύγοντες ἔθνησκον καταλαμβανόμενοι, πλεῖστοι δὲ καὶ εἰς ποταμὸν τὸν Τίβεριν συνωθήθησαν καὶ ἐφθάρησαν· οἱ δὲ λοιποὶ σκεδασθέντες οἱ μὲν εἰς τὴν ῾Ρώμην ἐλθεῖν ἠδυνήθησαν, οἶ δὲ ἀλλαχοῦ. Οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ γνόντες τὸ γεγονὸς ἐν ἀμηχανίᾳ ἐγένοντο, καὶ ἀιΧογνόντες οὔτε τῶν τειχῶν φυλακὴν ἔθεντο οὔτε τῆς πόλεως τὰς πύλας ἔκλεισαν, ἀλλ᾿ οἱ μὲν αὐτὴν ἐκλιμπάνοντες ἔφευγον, οἱ δὲ σὺν γυναιξὶ καὶ τέκνοις ἀνέδραμον εἰς τὸ Καπιτώλιον. μόνοι δὲ ὀγδοήκοντα ἄνδρες, οὓς οἱ μὲν ἱερεῖς εἶναί φασιν, οἱ δὲ τοὺς πρώτους ῾Ρωμαίων καθ᾿ ἡλικίαν καὶ πλοῦτον καὶ γένος, ἐνδύντες ἱερὰς ἢ πολυτελεστάτας στολάς, ἐν ἀγορᾷ ἐπὶ τὴν ἐλεφαντίνων δίφρων ἐκάθηντο, τὴν ἐπιοῦσαν προσμένοντες τύχην. οἱ δὲ Γαλάται τῇ ὑστεραίᾳ ἦλθον μὲν ἐπὶ τὴν ῾Ρώμην, ἰδόντες δὲ τὰς πύλας ἠνεῳγμένας καὶ τὸ τεῖχος ἀφύλακτον, ἐπέσχον καὶ οὐκ εἰσῄεσαν, ἐνέδραν ὑποτοπήσαντες. τῇ δὲ τρίτῃ θαρσήσαυτες εἰσεπήδησαν καὶ εἷλον τὴν πόλιν. καὶ τῷ μὲν Καπιτωλίῳ φρουρὰν ὁ τῶν βαρβάρων ἐπέστησε βασιλεύς, αὐτὸς δὲ διιὼν τὴν ἀγορὰν ἐθαύμαζε τοὺς προκαθημένους ἐκείνους ἄνδρας, ὁρῶν ἐν κόσμῳ αὐτοὺς ἀτρεμοῦντας καὶ σιωπῇ. τοὺς δὲ Γαλάτας εἶχεν ἔκπληξις πρὸς το ἄτοπον, ὤκνουν τε αὐτοῖς προσελθεῖν. ὀψὲ δὲ τολμήσας τις ἑνὶ παρέστη, καὶ τῆς ὑπήνης ἁψάμενος τοῦ ἀνδρὸς κατῆγε ταύτην βαθεῖαν οὖσαν· ὁ δὲ τῇ βακτηρίᾳ τὴν κεφαλὴν ἐκείνου ἐπάταξε. καὶ ὁ βάρβαρος σπασάμενος τὴν μάχαιραν τὸν ἄνδρα κατέκτει- νεν. οὕτω δὲ καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες οἱ βάρβαροι, καὶ τὰς οἰκίας ἐπόρθουν καὶ κατεπίμπρασαν. εἶτα καὶ τῷ Καπιτωλίῳ προσέβαλον· ὡς δ’ ἐπὶ πολλὰς ἐπιχειροῦντες ἡμέρας οὐδὲν ἤνυον ,οἱ μὲν ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν κατέτρεχον τροφὰς τροφὰς ποριζόμενοι, σκιδνάμενοι καὶ σποράδην ἐπιόντες, ἀλλ’ οὐχ ὁμοῦ, ἅτε μέγα φρονοῦντες τῷ εὐτυχήματι, καὶ ὑπὸ μέθης ἐσφάλλοντο· οἴνῳ γὰρ ἐντυχόντες πολλῷ ἀκρατέστερον ἐχρῶντο αὐτῷ, μήπω πρότερον πόματος τοιούτου γευσάμενοι. Οὕτω δ' ἔχοντας ὁρῶν τοὺς Γαλάτας ὁ Κάμιλλος, ἐπεὶ καὶ τὴν τῶν Ἀρδεατῶν ἐληίζοντο χώραν, αὐτοὺς δὲ τοὺς Ἀρδεάτας πλήθει μὲν ἱκανοὺς ὄντας, τόλμης δὲ δεομένους δι’ ἀπειρίαν καὶ τὸ πρὸς μάχας ἀνάσκητον, λόγον πρὸς τοὺς νεωτέρους ἐνέβαλεν ὡς οὐκ ἀνδρείᾳ τῶν βαρβάρων τὴν εὐπραγίαν αὐτόν ἐπιγράφεσθαι δεῖ, ἀλλ’ ἀτυχίᾳ Ῥωμαίων, καὶ εἶ προθυμοῖντο καὶ θαρροῦσιν αὐτοί, ἀκινδύνως νικήσειν τοὺς πολεμίους διισχυρίζετο. οὕτω πείσας τοὺς νέους, εἶτα καὶ τοὺς λοιπούς, ὥπλισε τοὺς ἐν ἡλικίᾳ, καὶ νυκτὸς βαθείας μεθύουσιν αὐτὸς μετὰ τῶν Αρδεατῶν τοῖς βαρβάροις προσέμιξε. καὶ τοὺς πλείονας ἐκεῖ κατέκοψεν, εἰ δέ τινες καὶ φυγεῖν ἠδυνήθησαν ἐν τῷ σκότει, μεθ’ ἡμέραν διέφθειρον ἱππεῖς αὐτοὺς καταλαμβάνοντες. Τῆς δὲ φήμης ταχὺ κηρυξάσης ἁπανταχοῦ τὸ κατόρθωμα, ὅσοι τῶν Ῥωμαίων φυγόντες ἑ τῆς πρώτης πρὸς τοὺς Γαλάτας μάχης ἐσώζοντο, τὰ ὅπλα λαβόντες ἀπῄεσαν πρὸς τὸν Κάμιλλον, δέχεσθαι δεόμενοι μένοι τὴν ἀρχὴν αὐτῶν. ὁ δ' οὐκ ἔφη πεισθήσεσθαι, μὴ πρότερον τῶν ἐν τῷ Καπιτωλίῳ σωζομένων ψηφισαμένων αὐτῷ τὴν ἀρχήν. ἢν δὲ ἀπορία τοῦ ταῦταδιαγγελοῦντος τοῖς εἰς τὸ Καπιτώλιον. εἶς δέ τις τῶν νέων Κομίνιος Πόντιος, δόξης ἐρῶν ,ὑπέστη τὸν ἆθλον, καὶ λαθὼν διὰ μέσων διέβη τόν πολεμίων, καὶ τῷ λόφῳ τοῦ Καπιτωλίου προσπελάσας καὶ χαλεπῶς ἀνερπύσας μόλις τε ἀναρριχησάμενος πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων παρὰ τῶν φυλαττόντων εἰσήχθη, καὶ τήν τε νίκην τοῦ Καμίλλου κατήγγειλε, καὶ τὰ δόξαντα τοῖς στρατιώταις εἰπὼν βεβαιῶσαι τῷ Καμίλλῳ τὴν ἀρχὴν παρεκάλει. οἱ δὲ δικτάτωρα τὸν Κάμιλλον ἐψηφίσαντο. καὶ ὃς τοὺς ἔξω ὄντας Ῥωμαίους περὶ δισμυρίους συναγαγὼν καὶ ἀπὸ τῶν συμμάχων πολλούς ,παρεσκευάζετο πρὸς ἐπίθεσιν. οἱ δὲ βάρβαροι μεθ’ ἡμέραν διιόντες ,καὶ καταμαθόντες ὅθεν ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, τοῦτο δ' ὑπετόπασαν ἔκ τε τῶν ἀπερρωγότων τῆς πέτρας θραυσμάτων καὶ τῆς πόας ,ἣ πολλὴ ἐπ’ αὐτῆς ἦν, τῆς μὲν ἀνεσπασμένης, τῇς δὲ συμπεπιλημένης, ἐκεῖθεν ἀναβῆναι νυκτὸς καὶ αὐτοὶ ἐβουλεύσαντο. καὶ ἐπεχείρησαν τῷ ἔργῳ, καὶ δυσχερῶς μέν, ἀνῄεσαν δ ὅμως, καὶ ἔλαθον ἂν ἡμμένοι τοῦ προτειχίσματος καὶ τοῖς φύλαξιν ἐπιθέμενοι, εἰ μὴ χῆνες ἤσαν περὶ τὸν νεὼν τῆς Ἥρας τρεφόμενοι, οἳ φύσει ὄντες εὐαίσθητοι καὶ ψοφοδεεῖς, ταχὺ τῶν Γαλατῶν τὴν ἔφοδον ᾔσθοντο, καὶ ταραχώδει κλαγγῇ φερόμενοι πρὸς τοὺς φύλακας ἐπήγειραν ἅπαντας. οὕτω δὲ τοῖς ἀνιοῦσιν οἱ Ῥωμαῖοι προσμίξαντες τοὺς μὲν ἀπέκτειναν ,τοὺς δὲ κατὰ τῆς πέτρας ἀπώσαντο, καὶ τὸν κίνδυνον ἐκπεφευγασιν. Ἐντεῦθεν ἦσαν οἱ Κελτοὶ ἀθυμότεροι ,ἐφ’ ἑπτὰ μησὶ τῇ πολιορκίᾳ ταλαιπωρούμενοι. διὸ καὶ περὶ συμβάσεων ὅ τε τῶν βαρβάρων βασιλεὺς Βρέννος καὶ ὁ τῶν ῾Ρωμαίων χιλίαρχος ὁ Σουλπίκιος διειλέχθησαν. καὶ συνέδοξε χιλέας λίτρας χρυσίου Γαλάταις τοὺς ῾Ρωμαίους καταβαλεῖν, τοὺς δὲ τὸ χρυσίον λαβόντας αὐτίκα τῆς πόλεως καὶ τῆς χώρας ἀπαναστῆναι. κομισθέντος δὲ τοῦ χρυσίου, καὶ τῶν βαρβάρων περὶ τὸν σταθμὸν κάκου ργούντ ὢν λάθρᾳ, ὁ Βρέννος τὸ ξίφος ἅμα καὶ τὸν ζωστῆρα λύσας ἐπέθηκε τοῖς σταθμοῖς. πυθομένου δὲ τοῦ χιλιάρχου τί τὸ γινόμενον, “τί ἄλλο” εἶπεν “ἢ τοῖς νενικημένοις ὀδύνη;” ἐν τούτοις ὁ Κάμιλλος ἄγων τὸν στρατὸν ταῖς πύλαις ἐπέστη τῆς πόλεως· καὶ μαθὼν τὰ γινόμενα πρὸς τοὺς ῾Ρωμαίους ἐπειγόμενος ἐπορεύετο. καὶ ἐλθὼν τὸ μὲν χρυσίον ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτούς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι ῾Ρωμαίοις καὶ οὐ χρυσῷ τὴν πατρίδα σώζειν. τοῦ δὲ Βρέννου ἀδικεῖσθαι φάσκοντος, λυομένης τῆς ὁμολογίας ἀντεῖπεν ὁ Κάμιλλος μὴ κυρίας εἶναι τὰς συνθήκας αὐτοῦ μὴ συμπράξαντος, ἤδη δικτάτωρος ᾑρημένου. ταραχθεὶς οὖν ὁ Βρέννος μέχρι ξιφουλκίας προῆλθεν, ὅμως δὲ εἰς τὸ στρατόπεδον ἀπήγαγε τοὺς Κελτούς· εἶτ᾿ ἐκλιπὼν τὴν πόλιν καὶ σταδίους ἐξήκοντα προελθὼν ἐστρατοπέδευσεν. ἅμα δ᾿ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπ᾿ αὐτὸν τεθαρρηκότας ἤδη ἐπαγόμενος τοὺς ῾Ρωμαίους, καὶ τρέπεται τοὺς βαρβάρους φόνῳ πολλῷ καὶ λαμβάνει σφῶν τὸ στρατόπεδον. Οὕτως ἡ ῾Ρώμη παραλόγως ἥλω καὶ ἐσώθη παραλογώτερον· ραλογόέτερον· ὁ δὲ Κάμιλλος ἐθριάμβευσε. τῆς οὖν πόλεως διεφθαρμένης παντάπασι τὸ πλῆθος ἀνοικοδομεῖν αὐτὴν οὐκ ἠβούλετο, οὔτε χρήμασιν οὔτε σώ- μασιν ἐρρωμένοι ,καὶ μικροῦ ἐξέλιπον ἂν αὐτήν. οὐδὲ γὰρ ἐπείθοντο οὔτε τοῖς ἐν τέλει οὔτε τῇ γερουσίᾳ παρακαλοῦσι καὶ συμβουλεύουσι μὴ ἐκλιπεῖν τὸ ἄστυ, ὃ ἐκ τῶν πολεμίων ἤδη ἐσέσωστο, εἰ μὴ ἐν τῇ ἀγορᾷ πάντων περὶ τούτου βουλευομένων ἑκατόνταρχος φρουρὰν ἄγων τινὰ καὶ παρ’ αὐτὴν τὴν ἐκκλησίαν διιὼν τυχαίως “ἐνταῦθα στῆτε πρὸς τοὺς ἑπομένους αὐτῷ ἐβόησεν· “ἐνταῦθα γὰρ δεῖ ὑμᾶς μεῖναι.” θείᾳ γὰρ προνοίᾳ ἐνόμισαν ταύτ’ εἰρῆσθαι, καὶ τοῦ μεταναστεῦσαι ἀπέσχοντο ,πρὸς δὲ τὸν ἀνακαινισμὸν τῆς Ῥώμης σὺν προθυμίᾳ ἐτράποντο ,καὶ τά τε τείχη καὶ τὰς ἰδιωτικὰς οἰκίας ἐρτὸς ἐνιαυτοῦ ἀνεκαίνισαν.