Ancient Greek
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.3.1
Not analysed yet
Ῥωμύλος μέντοι καὶ Ῥῶμος τὴν τῆς Ἄλβης ἡγεμονίαν τῷ μητροπάτορι νείμαντες, καὶ τῇ μητρὶ τιμὴν πρέπουσαν, καθ’ ἑαυτοὺς εἶναι ἔκριναν· οὔτε γὰρ ἠνείχοντο ἄρχεσθαι καὶ πόλιν ἀναστῆσαι ἔνθα προετράφησαν ἤθελον. ὡρμημένοις δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς περί τε τῆς ἀρχῆς καὶ περὶ τῆς πόλεως, καὶ διὰ μάχης ἐχώρησαν, ἐν ᾗ ὁ Ῥῶμος ἀπέθανεν. ἕτερος δὲ λόγος ἔχει ὡς τοῦ Ῥωμύλου τάφρον ἤδη ὀρύττοντος, ἣ τῆς πόλεως ἔμελλεν εἶναι προτείχισμα, πῄ μὲν ἀπεῖργε τὸ ἔργον ὁ Ῥῶμος, πῇ δέ γε ἐχλεύαζε· καὶ τέλος διαλλόμενον αὐτὴν ὡς εὐεπιχείρητον οἱ μὲν Ῥωμύλου πατάξαντος, οἱ δ’ ἑτέρου τινὸς ἱστοροῦσι πεσεῖν. ὅθεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμήσαντα διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανατουσθαι. Ὁ δὲ Ῥωμύλος θάψας τὸν ἀδελφὸν ᾤκιζε τὴν πόλιν καὶ βοῦν ἄρρενα συζεύξας θηλείᾳ, καὶ ἀρότρῳ ὕννιν χαλκῆν ἐμβαλών, αὐτὸς μὲν αὔλακα βαθεῖαν κυκλοτερῆ περιέγραψεν, οἱ δ’ ἑπόμενοι τὰς βώλους, ἃς ἀνίστη τὸ ἄροτρον, εἴσω πάσας τῆς αὔλακος περιέστρεφον. καὶ ὅπου μὲν ἔμελλε τὸ τεῖχος ἀνίστασθαι, καθὼς εἴρηται, ἡ αὖλαξ ἐτέτμητο, ἔνθα δὲ πύλας στήσαι διενοοῦντο, διάλειμμα ἐποιοῦντο τῆς αὔλακος, τὸ ἄροτρον ἀνέχοντες ὕπερθεν. πᾶν μὲν γὰρ τεῖχος νομίζουσιν ἱερόν· τὰς δὲ πύλας εἴπερ ἥγηντο ἱεράς, οὐκ ἦν τὰ μὲν δι’ αὐτῶν εἰσάγειν, τὰ δὲ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν. Ἡ δὲ κτίσις τῆς πόλεως ταύτης ἡμέρᾳ τετέλεστο τῇ πρὸ ἕνδεκα καλανδῶν Μαΐων, ἣ ἂν εἴη μᾶλλον εἰκοστὴ Ἀπριλλίου· καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι Ῥωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ὀκτωκαίδεκα δ’ εἶναι Ῥωμύλος ἐνιαυτῶν ἀναγέγραπται ὅτε τὴν Ῥώμην συνῴκισεν. ἔκτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οἴκησιν· ὠνόμαστο δ’ ὁ χῶρος Παλάτιον. Κτισθείσης μέντοι τῆς πόλεως, ὅσον μὲν ἐν ἡλικίᾳ στρατευσίμῳ πλῆθος ἐτύγχανεν, εἰς στρατιωτικὰ διεῖλε συντάγματα, ἕκαστον δὲ σύνταγμα πεζῶν τρισχιλίων ἦν καὶ τριακοσίων ἰππέων, ἐκλήθη δὲ λεγεών, ὅτι λογάδες ἦσαν ἐκ πάντων οἱ μάχιμοι, τοῖς δ’ ἄλλοις δήμῳ ἐκέχρητο. καὶ τὸν δῆμον ποπούλους ὠνόμασεν· ὅθεν καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς ποπουλαρία κέκληται ἡ δημοτικὴ ἀγωγή. τῶν μέντοι περιφανεστέρων γένει τε καὶ συνέσει καὶ βίου αἱρέσει ἑκατὸν ἀπέδειξε βουλευτάς, πατρικίους ὀνομάσας αὐτούς· τὸ δὲ λοιπὸν σύστημα σενάτον προσηγόρευσεν, ὅ ἐστι γερουσία. πατρίκιοι μέντοι οἶ βουλευταὶ ἐπεκλήθησαν ἢ ὅτι παίδων ἦσαν γνησίων πατέρες, ἢ μᾶλλον ὅτι αὐτοὶ πατέρας ἑαυτῶν ἀποδεικνύειν ἠδύναντο ἕκαστος ἐκ γένους ὄντες γνωρίμου, ἢ ἀπὸ τῆς πατρωνίας· οὕτω δ’ ἐκάλουν τὴν προστασίαν· πάτρωνας γὰρ τοὺς κηδεμονικοὺς καὶ βοηθητικοὺς προσηγόρευον. μάλιστα δ’ ἄν τις καταστοχζάσαιτο τῆς τοὐ Ῥωμύλου διανοίας, εἰ οἴοιτο διὰ τῆς κλήσεως ταύτης ἐμφαίνειν χρῆναι τοὺς πρώτους καὶ δυνατωτάτους τῆς πόλεως πατρικῇ κηδεμονίᾳ κήδεσθαι τῶν ταπεινοτέρων, ἄμα δὲ καὶ τὸν δῆμον ἐνάγειν διὰ τῆς τῶν πατρικίων προσηγορίας εἰς τὸ μὴ ἄχθεσθαι ταῖς τῶν κρειττόνων τιμαῖς, ἀλλ’ εὐνοϊκῶς διακεῖσθαι, νομίζοντας πατέρας αὐτοὺς καὶ προσαγορεύοντας. Πολλῶν δὲ τῇ πόλει ἐνοικισθέντων, ὧν ὀλίγοι γυναιξὶ συνεζεύγνυντο, φροντὶς τῷ Ῥωμύλῳ ἐγένετο ἔνα κἀκεῖνοι γυναῖκας ἑαυτοῖς συνοικίσωσι. σύγκλυδες γὰρ καὶ ἐξ ἀπόρων ὄντες καὶ ἀφανῶν, ὑπερωρῶντο πρός κῆδος παρὰ τῶν γειτνιώντων ἐθνῶν. βουλεύεται τοίνυν ἐξ ἁρπαγῆς λαβεῖν γυναῖκας τοὺς πολίτας αὐτοῦ, καὶ κηρύσσει θυσίαν καὶ ἀγῶνα καὶ θέαν μέλλειν τελεῖν πανηγυρικήν, ὡς βωμοῦ εὑρημένου θεοῦ καινοῦ. καὶ πολλοὶ συνῆλθον. αὐτὸς δὲ προυκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμημένος· δέδωκε δὲ τῷ δήμῳ τῆς ἐπιχειρήσεως σύμβο- λον τὴν τῆς ἁλουργίδος διάπτυξιν καὶ αὖθις ταύτης περιβολήν. οὗ γενομένου σπασάμενοι τὰ ξίφη μετὰ βοῆς ὥρμησαν καὶ ἥρπαζον τὰς θυγατέρας τῶν Σαβίνων παρθένους, οὐ μέντοι γυναῖκάς τινων. Τολμηθείσης δὲ τῆς ἁρπαγῆς οἱ Σαβῖνοι, πολλοὶ καὶ πολεμικοὶ ὄντες καὶ κώμας ἀτειχίστους οἰκοῦντες διὰ τὸ μέγα φρονεῖν ὡς Λακεδαιμονίων ἄποικοι, πρεσβείαν πρὸς τὸν Ῥωμύλον πεποίηνται, λῦσαι τὸ τῆς βίας ἔργον ζητοῦντες, πειθοῖ δὲ καὶ νόμῳ πράττειν τοῖς γένεσι φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ Ῥωμύλου τὰς μὲν κόρας μὴ προιεμένου, ἀξιοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβένους, οἱ μὲν ἄλλοι βουλευόμενοι διέτριβον, Ἄκρων δὲ ὁ βασιλεὺς τῶν Καινηνιτῶν, θυμοειδὴς ἀνὴρ καὶ πολεμικώτατος, προεξανέστη καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως ἐπὶ τὸν Ῥωμύλον. ὁμοῦ δὲ γεγονότες ἀλλήλους προυκαλοῦντο μάχεσθαι, ἀτρεμούντων τῶν στρατευμάτων. τῆς γοῦν μονομαχίας ἀμφοῖν γενομένης καταβάλλει μὲν ὁ Ῥωμύλος τὸν Ἄκρωνα, τρέπεται δὲ καὶ τὸ ἐκείνου στράτευμα μάχης συγκροτηθείσης· καὶ τὴν πόλιν αἴρει, οὐ μέντοι τοὺς ἐν αὐτῇ κακόν τι διέθετο, ἀλλ’ ἢ μόνον ἐκέλευσε τὰς οἰκίας καθελόντας ἀκολουθεῖν εἰς ῥώμην αὐτῷ, ὡς πολίτας ἐσομένους καὶ τῶν ἴσων ἀξιωθησομένους. Εἰτα καὶ ἄλλοι τῶν Σαβίνων τοῖς Ῥωμαίοις ἐμαχέσαντο καὶ ἡττήθησαν. ἐπὶ τούτοις οἶ λοιποὶ τῶν Σαβίνων στρατηγὸν τὸν Τάτιον ἀποδείξαντες ἐπὶ τὴν Ῥώμην ἐστράτευσαν καὶ τὸ Καπιτώλιον εἷλον προδεδομένον ὑπὸ Ταρπηίας τῆς θυγατρὸς τοῦ φρουράρχου. ἐκείνη γὰρ ἐφ’ ὕδωρ κατελθοῦσα συνελήφθη καὶ ἤχθη πρὸς Τάτιον, καὶ ἀνεπείσθη προδοῦναι τὸ ἔρυμα, τῶν χρυσῶν βραχιονιστήρων ἐρασθεῖσα, οὓς ἐν ταῖς ἀριστεραῖς ἐφόρουν χερσὶν οἱ Σαβῖνοι, καὶ μισθὸν ὑπὲρ τῆς προδοσίας λαβεῖν αὐτοὺς ἀπαιτήσασα. συνθεμένου δὲ τοῦ Τατίου νύκτωρ μίαν πύλην ἀνοίξασα τοὺς Σαβίνους ἐδέξατο. εἰσελθὼν δὲ ὁ Τάτιος ἐκέλευσε τοὺς ὑπ’ αὐτὸν ὅσα ἐν ταῖς ἀριστεραῖς χερσὶν ἔφερον διδόναι αὐτῇ, καὶ πρῶτος αὐτὸς τὸν βραχιονιστῆρα τῇ Ταρπηέᾳ ἐπέρριψε καὶ τόν θυρεόν. πάντων δὲ ὁμοίως ποιούντων βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν. Ἔργῳ οὖν οὗτος ἐποίησεν ὃ λόγοις ὕστερον εἶπον ὁ Καῖσαρ καὶ ὁ Ἀντίγονος· ὁ μὲν γὰρ προδοσίαν ἔφη φιλεῖν, προδότην δὲ μισεῖν· ὁ δὲ Ἀντίγονος προδιδόντας μὲν ἀσπασίως εἶπε προσίεσθαι, προδεδωκόσι δὲ ἀπεχθάνεσθαι.