Ancient Greek · ~22 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.4.1
Not analysed yet
Ληφθείσης δὲ τῆς ἄκρας ὑπὸ τῶν Σαβίνων, μάχη καρτερὰ συνερράγη μέσον αὐτῶν καὶ ῾Ρωμαίων, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον, ὁ δὲ ῾Ρωμύλος ἐπλήγη λίθῳ τὴν κεφαλήν. ἔτι δὲ μάχεσθαι παρασκευαζομένους τοὺς Σαβίνους ἐπέσχον αἱ ἡρπασμέναι θυγατέρες αὐτῶν, ἄλλοθεν ἄλλαι μετὰ βοῆς καὶ ὀλολυγμοῦ ὀφθεῖσαι αὐτοῖς, αἱ μὲν νήπια πρὸς ταῖς ἀγκάλαις κομίζουσαι, αἱ δὲ τὴν κόμην προισχόμεναι λελυμέμην, πάσαι δὲ ἀνακαλούμεναι τοῖς φιλτάτοις ὀνόμασι ποτὲ μὲν τοὺς Σαβίνους, ποτὲ δὲ τοὺς ῾Ρωμαίους. ἐπεκλάσθησαν οὖν οἱ ἐναντίοι καὶ διέστησαν αὐταῖς ἐν μέσῳ στῆναι τῆς παρατάξεως, καὶ κλαυθμὸς ἅμα διὰ πάντων ἐχώρει. διαλεχθέντων δὲ τῶν γυναίων συνῆλθον εἰς λόγους οἱ ἡγεμόνες καὶ συνέθεντο τῶν μὲν γυναικῶν αἳ βούλονται τοῖς ἔχουσι συνοικεῖν, παντὸς ἔργου καὶ πάσης λατρείας πλὴν ταλασίας ἀφειμένας, οἰκεῖν δὲ τὴν πόλιν ῾Ρωμαίους καὶ Σαβίνους κοινῇ, καὶ καλεῖσθαι αὐτὴν ῾Ρώμην ἐπὶ ῾Ρωμύλῳ, Κυρίτας δὲ ῾Ρωμαίους ἐπὶ τῇ Τατίου πατρίδι Κυρίτα, βασιλεύειν δὲ κοινῇ καὶ στρατηγεῖν ἀμφοτέρους. ὁ δὲ τόπος ἐν ᾧ τὰς συνθήκας ἔθεντο καλεῖται Κομίτιον, τόπος δηλαδὴ συνελεύσεως· κόμιρε γάρ ῾Ρωμαίοις τὸ συνελθεῖν λέγεται. προσκατελέχθησαν δὲ τοῖς πατρικίοις ἐκ τῶν Σαβίνων ἕτεροι ἑκατόν. ἐβουλεύοντο δὲ οἱ βασιλεῖς οὐκ εὐθὺς ἐν κοινῷ μετ᾿ ἀλλήλων, ἀλλ᾿ ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν· εἶτα εἰς τὸ αὐτὸ πάντες συνήγοντό. Ἔτει δὲ πέμπτῳ τοῦ Τατίου ῾Ρωμύλῳ συμβασι- λεύοντος συγγενεῖς αὐτοῦ πρέσβεσι καθ᾿ ὁδὸν ἐντυχόντες εἰς ῾Ρόμην ἀπὸ Λαυρέντου βαδέζουσιν ἐπεχείρουν ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματα ἃ ἐπήγοντο, καὶ μὴ προϊεμένους, ἀλλ᾿ ἀμυνομένους ἀνεῖλον. ὁ μὲν οὖν ῾Ρωμύλος κολάζεσθαι τοὺς ἀδικήσαντας ἐψηφίζετο, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε· καὶ τοῦτο μόνον ὑπῆρξεν αἴτιον σφίσι διαφορᾶς ἐμφανοῦς. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι μὴ τυγχάνοντες δίκης, ἐν Ἀλβανῷ θύοντα μετὰ ῾Ρωμύλου τὸν Τάτιον προσπεσόντες κτιννύουσι· τὸν δὲ ῾Ρωμύλον ὡς δίκαιον ἄνδρα σὺν εὐφημίαις προέπεμψαν. οὐ μὴν ἐτάραξε τοὺς Σαβίνους ὁ φόνος τοῦ σφῶν ἄρχοντος, ἀλλ᾿ μὲν εὐνοίᾳ τῇ πρὸς ῾Ρωμύλον, οἱ δὲ φόβῳ τῆς δυνάμεως εἴκοντες διετέλουν. εἶτα λοιμὸς ἐμπίπτει τῇ πόλει θανάτους αἰφνιδίους ἀνθρώποις ἐπιφέρων νόσων χωρίς, καὶ ἀφορία καρπῶν καὶ θρεμμάτων ἀγονία· ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις. ὅμοια δὲ καὶ τοῖς Λαυρεντίοις συνέβαινεν. ἐδόκει τοίνυν διὰ τὸν Τατίου φόνον καὶ τούς παρὰ τῶν Σαβίνων ἀνῃρημένους πρέσβεις ποινηλατεῖν τὰς πόλεις δαιμόνιον μήνιμα. ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων ἐλώφησαν τὰ δεινά. ῾Ρωννυμένων δὲ τῶν πραγμάτων ῾Ρωμαίοις οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπέκυπτον, οἱ δυνατοὶ δὲ οὐκ ᾤοντο δεῖν περιορᾶν, ἀλλὰ κολούειν τὴν αὔξησιν. πρῶτοι δὲ Τυρρηνῶν Οὐήιοι ἀρχήν ἐποιήσαντο πολέμου. συμβαλόντες οὗν καὶ πολλοὺς ἀποβαλόντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν ἐπὶ ἐνιαυτοὺς ἑκατόν, καὶ τόν παρ᾿ αὐτοῖς ἀρίστων παρἔσχον εἰς ὁμηρείαν πεντήκοντα. Ἐθριάμβευσεν οὖν τούτους νικήσας ῾Ρωμύλος. εἶτα ἐπαρθεὶς ταῖς παραλόγοις εὐτυχίαις καὶ βαρυ- τέρῳ φρονήματι χρώμενος ἐξίστατο τοῦ δημοτικοῦ καὶ παρήλλαττε καὶ εἰς ἐπαχθῆ μοναρχίαν καὶ λυποῦσαν ἀπὸ τοῦ σχήματος ἑαυτὸν ἐσχημάτιζεν. ἁλουργῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἠμπίσχετο περιπόρφυρον καὶ πεδίλοις ἐκέχρητο ἐρυθροῖς καὶ ἐν θρόνῳ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν· ἤσαν δὲ περὶ αὖ τὸν ἀεὶ καὶ τῶν νέων συχνοί, οὓς Κέλερας προσηγόρευεν, ὃ κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον δηλοῖ τοὺς ταχεῖς, καὶ πρόσθεν ἐβάδιζον ἕτεροι βα- κτηρίαις τὸν ὄχλον ἀνείργοντες, ὑπεζωσμένοι ἱμάντας, ὥστε συνδεῖν οὓς κελευσθῶσιν. Ἐπεὶ δὲ Νομίτωρος τοῦ πάππου αὐτοῦ ἐν Ἄλκῃ τελευτήσαντος, Ῥωμύλῳ προσηκούσης τῆς βασιλείας, αὐτὸς εἰς μέσον ἔθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατ’ ἐνιαυτὸν ἀπεδείκνυεν ἄρχοντα τοῖς Σαβίνοις, ἠρέθισε τοὺς ἐν Ῥώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλ’ ὄνομα καὶ σχῆμα ἦν αὐτοῖς, ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον· εἶτα Ῥωμύλου πράττοντος ἠκροῶντο σιγῇ, καὶ τὸ πρὸ τῶν ἄλλων τὸ δεδογμένον ἐκείνῳ μαθεῖν πλέον ἔχοντες τῶν λοιπῶν ἀπηλλάττοντο. ὅθεν ἐδόκει τὴν γερουσίαν προπηλακίζειν· διὸ αὕτη ὕποπτος ἔδοξεν ἀφανοῦς μετ’ ὀλίγον γενομένου Ῥωμύλου. λέγεται γὰρ ἐκκλησίαν ἄγοντος αὐτοῦ περὶ τὸ καλοῦ μένον Αἰγὸς ἕλος τοῦ μὲν ἡλίου τὸ φῶς ἐπιλιπεῖν, νύκτα δὲ κατασχεῖν βροντάς τε δεινὰς συμβῆναι καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνούσας. ἐν δὲ τούτῳ τὸν μὲν ὄχλον φεύγειν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετ’ ἀλλήλων. τῆς δ’ ἐν τῷ ἀέρι ταραχῆς λωφησάσης καὶ αὖθις πολλῶν ὁμοῦ γενομένων ζητεῖσθαι τὸν βασιλέα· τοὺς δὲ δυνατοὺς οὐκ Γᾶν ἐξετάζειν περὶ αὐτοῦ, τιμᾶν δὲ παρακελεύε- σθαι πάσι καὶ σέβεσθαι Ῥωμύλον ὡς ἀνηρπασμένον εἰς θεούς, καὶ θεὸν ἐσόμενον σφίσιν ἀντὶ χρηστοῦ βασιλέως. Οἱ μὲν οὑν πολλοὶ πεπεισμένοι τοῖς λόγοις ἀπηλλάττοντο ἐλπίσι χρησταῖς αἰωρούμενοι, ἔνιοι δὲ ἐν ὑπονοίαις τοὺς πατρικίους πεποίηντο καὶ ἐτάραττον ὡς τὸν δῆμον ἀβέλτερα πείθοντας, αὐτοὺς τοῦ βασιλέως γεγονότας αὐτόχειρας. καὶ πράγματα ἂν παρέσχον τοῖς δυνατοῖς, εἰ μή τις τῶν ἰππέων Ἰούλιος Πρόκλος, γένει τε δοκιμώτατος καὶ ἤθει χρηστὸς καὶ Ῥωμύλῳ πιστός, εἰς ἀγορὰν ἐλθὼν ἐνόρκως εἶπεν ὡς ὀφθείη Ῥωμύλος αὐτῷ καλὸς καὶ μέγας ὡς οὔποτε πρόσθεν καὶ ὅπλοις λαμπροῖς κεκοσμημένος καὶ φλέγουσι, καὶ ὡς αὐτὸς μὲν πύθοιτο “τί δὴ παθών, ὦ βασιλεῦ, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ἐν πένθει προλέλοιπας”; ἐκεῖνος δὲ πρὸς ταῦτα ἀμείψαιτο ‘‘θεοῖς ἔδοξεν, ὦ Πρόκλε, τοσοῦτον ἡμάς μετ’ ἀνθρώπων γενέσθαι χρόνον, αὖθις δ’ οὐρανὸν οἰκεῖν, ἐκεῖθεν ὄντας. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις ὅτι σωφροσύνην καὶ ἀνδρείαν ἀσκοῦντες ἐπὶ πλεῖστον δυνάμεως ἀνθρωπίνης ἀφίξονται. ἐγὼ δὲ ὑμῖν εὐμενὴς ἔσομαι Κυρῖνος.” ταῦτα διά τε τὸν ὅρκον τοῦ λέγοντος καὶ τὸν τρόπον πιστὰ Ῥωμαίοις ἐδόκει τοσοῦτον ὡς μή τινα ἀντειπεῖν, πάσης δὲ ἀφεμένους ὑποψίας τε καὶ διαβολῆς εὔχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν. ταύτην δὲ τὴν ἐπωνυμίαν φασὶ τῷ Ῥωμύλῳ γενέσθαι ἣ ὅτι τοὺς πολίτας Κυρίτας ὠνόμαζον ἢ ὅτι τὴν αἰχμὴν ἢ τὸ δόρυ κυρῖνον ἐκάλουν οἶ παλαιοί· ὡς οὖν ἀρήιόν τινα τὸν Ῥωμύλον ἢ αἰχμητὴν θεὸν ὀνομασθῆναι Κυρῖνον. λέγεται δὲ τέσσαρα μὲν ἔτη καὶ πεντήκοντα βιῶναι, ὄγδοον δ’ ἐπὶ τριακοστῷ βασιλεύων ἐνιαυτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι.