Ancient Greek · ~23 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.5.1
Not analysed yet
Τούτων δὲ περὶ τὸν Ῥωμύλον συμβεβηκότων βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ἴρις δέ τις καὶ στάσις ἐφύετο τοῖς ἐν Ῥώμῃ οὐχ ὑπὲρ ἀνδρὸς μόνον ἡγεμονεύσοντος, ἀλλὰ καὶ πότερον τῶν γενῶν παρέξει τὸν ἄρξοντα. τοῖς τε γὰρ μετὰ Ῥωμύλου πρώτοις συνοικίσασι τὴν πόλιν οὐκ ἀνεκτὸν ἐδόκει παρ’ αὐτῶν προσληφθέντας τοὺς Σαβίνους εἰς πολιτείαν ἄρχειν τῶν δεξαμένων βιάζεσθαι· οἱ Σαβῖνοι δὲ ἑτέρωθεν, ὅτι τοῦ Τατίου θανόντος μόνον εἴασαν τὸν Ῥωμύλον ἄρχειν, ἐξ ἑαυτῶν ἠξίουν αἱρεθῆναι τὸν ἄρξοντα. Ἤριζον μὲν οὖν οὕτω τὰ μέρη ἑκάτερα, μετεώρου δ’ ἐπὶ τούτοις ὄντος τοῦ πολιτεύματος οἱ πατρίκιοι πεντήκοντα καὶ ἑκατὸν ὄντες ἔταξαν ἔκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς καὶ χρηματίζειν, ἒξ μὲν τῆς νυκτὸς ὥρας, ἒξ δὲ τῆς ἡμέρας. ἡ γὰρ διανομὴ τῶν καιρῶν κατὰ τὸ ἴσον ἑκάστου καὶ πρὸς τοὺς ἄρχοντας καλῶς ἔχειν ἐδόκει καὶ πρὸς τοὺς ἀρχομένους αὐτούς· ἀφῄρει γὰρ τὸν φθόνον ἡ ταχίστη τῆς ἐξουσίας ἀπόθεσις, ὁρώντων τόν ἀρχομένων τῆς αὐτῆς ἡμέρας τε καὶ νυκτὸς τὸν αὐτὸν ἰδιώτην ἐκ βασιλέως γινόμενον. οἶδα μὲν οὖν καὶ ἕτερά τινα περὶ τῆς τοιαύτης εἰρημένα ἀρχῆς, ἀλλ’ αὐτὸς τῷ πιθανωτέρῳ ἐθέμην. τὸ δὲ σχῆμα τῆς ἀρχῆς τοῦτο μεσοβασιλεία Ῥωμαίοις ὠνόμαστο. Ἀλλὰ καὶ οὕτως ἐξ ὑπονοίας ἐφύοντο θόρυβοι, ὑποπτευομένων τῶν πατρικίων εἰς ὀλιγαρχίαν τὴν πολιτείαν περιιστᾶν καὶ μὴ βούλεσθαι βασιλεύεσθαι· ἐκ δὲ τούτου κατεστασίαζον. ὁμονοησάντων δὲ πάντων αἱρεθῆναι τὸν βασιλεύσοντα, οἶ Σαβῖνοι τοῖς Ῥωμαίοις προτέροις τὴν αἵρεσιν ἔδοσαν· οἶ δ’ ἐκ Σαβίνων εἵλοντο Νομὰν Πομπίλιον, ὄντα ἄνδρα γνώριμον πᾶσι δι’ ἀρετήν. στέλλονται γοῦν πρὸς ἐκεῖνον ἐκ Ῥώμης πρέσβεις· οὐ γὰρ ἐν τῇ Ῥώμᾐ μετῴκιστο, ἀλλ’ ἐν Σαβίνοις ἦν καὶ πόλιν ᾤκει τὴν Κυριτῶν, πατρὸς ὢν Πομπωνίου ἀνδρὸς εὐδοκίμου, πᾶσαν ἀρετὴν φύσει τε καὶ παιδείᾳ ἐξησκημένος. ὅθεν καὶ ὄνομα μέγα καὶ δόξαν εἶχεν, ὡς καὶ Τάτιον τὸν τῷ Ῥωμύλῳ συμβασιλεύσαντα κηδεστὴν αὐτὸν ἐπὶ Τατίᾳ θέσθαι τῇ θυγατρί, ἣν μίαν ἐκεῖνος ἐγείνατο· ἣ δέκα ἐπὶ τρισὶν ἐνιαυτοὺς τῷ Νομᾷ συνοικήσασα μετήλλαξε τὴν ζωήν. ὁ δὲ Νομὰς ἐκλιπὼν τὰς ἐν ἄστει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ διατρίβειν ἤθελεν ἐν λειμῶσι καὶ ἄλσεσιν. Ἧκον οὖν ἀπὸ Ῥώμης οἱ πρέσβεις καλοῦντες ἐπὶ τὴν βασιλείαν αὐτὸν ἤ δὴ τεσσαρακοστὸν ἔτος ἀνύοντα· ὁ δὲ ἀπείπατο. οἱ πρέσβεις δ’ ἐνέκειντο, πάντα τρόπον πείσειν αὐτὸν μηχανώμενοι, καὶ δεόμενοι μὴ τὴν πόλιν αὖθις εἰς στάσιν ἐμβαλεῖν καὶ ἐμφύλιον πόλεμον, οὐκ ὄντος ἑτέρου πρὸς ὃν ἄμφω τὰ μέρη συννεύσουσιν. ἰδίᾳ μέντοι καὶ ὁ πατὴρ παρεκίνει τὸν Νομὰν δέξασθαι τὴν ἀρχὴν ὡς θεῖον δῶρον καὶ ὑπηρεσίαν θεοῦ καὶ πράξεων καλῶν καὶ μεγάλων ἀνδρὶ φρονίμῳ τε καὶ χρηστῷ ἐσομένην αἰτίαν, σύνδεσμόν τε τῇ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ἔθνει εὐνοίας τε καὶ φιλίας πρὸς πόλιν δυνατὴν καὶ ἀκμάζουσαν. Τούτοις ἐνδεδωκὼς ὁ Νομὰς θύσας τοῖς θεοῖς προῆγεν εἰς Ῥώμην· ὑπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆ- ’μὸς εὐφημοῦντες καὶ χαίροντες. ἐπεὶ δὲ κατέστησαν εἰς τὴν ἀγοράν, προσφερομένων αὐτῷ τῶν βασιλι- κῶν παρασήμων, ἐπισχεῖν κελεύσας ἔφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ. ἄνεισιν οὑν εἰς τὸ Καπιτώλιον ,καὶ θύσας, οὕτω τε τὴν βασιλικὴν ἀναλαβὼν ἐσθῆτα, κατέβαινε. Παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων διέλυσε σύστημα, οὕς περὶ τὸ σῶμα εἶχεν ἀεί· οὐ γὰρ δεῖν ἀπιστεῖν πιστεύουσιν ἔλεγεν, οὐδὲ βασιλεύειν ἀπιστούντων ἠξίον· εἶτα τὴν πόλιν ἐκ σκληρᾶς καὶ πολεμικῆς ἐπεχείρει μα- λακωτέραν ποιῆσαι καὶ εἰρηνικωτέραν. ἀνθρωποειδῆ τε καὶ ζωόμορφον εἰκόνα θεοῦ ἀνιστᾶν Ῥωμαίοις ἀπείρηκεν· ὅθεν οὐδ’ ἦν παρ’ αὐτοῖς οὔτε γραπτὸν οὔτε πλαστὸν εἶδος θεοῦ ,ἐν ἑκατὸν δὲ πρὸς ἑβδομήκοντα ἔτεσι ναῶν αὐτοῖς ἀνεγειρομένων οὐδὲν ἔμ- μορφον ἐποίουν ἀφίδρυμα, ὡς οὔτε ὅσιον οῦν τοῖς χείροσι τὰ βελτίονα οὔτε ἐφάπτεσθαι ἄλλως θεοῦ δυνατὸν ἢ νοήσει. καὶ τὰς θυσίας δὲ ἀναιμά- κτους ποιεῖσθαι ἐθέσπισε δι’ ἀλφίτων τε καὶ σπονδῆς· δεῖν δεῖν γὰρ τοὺς θεούς, εἰρήνης καὶ δικαιοσύνης φύλακας ὄντας, φόνου καθαροὺς εἶναι· μήτε δὲ ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν ἄγοντας ἀπὸ τῶν ἄλλων καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν. ἐκ δὲ τούτων καὶ ἄλλων πλειόνων, ἅ διὰ τὸ πλῆθος παρήκαμεν, διάθεσιν πρὸς τὸ θεῖον τοῖς τότε ἀνθρώποις ἐξ ἐθισμοῦ ὁ Νομὰς ἐνεποίησεν. αὐτὸν δὲ οὕτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν ὥστε προσαγγελίας αὐτῷ θύοντί ποτε γινομένης μένῃς ὡς ἐπέρχονται πολέμιοι μειδιάσαι καὶ εἰπεῖν ἐγὼ δὲ θύω. καὶ τὴν χώραν δὲ ἣν αἰχμῇ Ῥωμύλος “’ἐκτήσατο διένειμεν οὗτος τοῖς ἀπόροις τῶν πολιτῶν, ἀφαιρῶν ἐξ αὐτῶν τὴν ἀπορίαν, ὡς ἀνάγκην τῆς ἀδικίας ποιητικήν, καὶ τρέπων εἰς γεωργίαν, ὡς ταύτης ἐξημερούσης τὸν δῆμον καὶ δριμὺν εἰρήνης δυναμένης ἐμποιεῖν ἔρωτα. Λέγεται δὲ καὶ τὸν Ἰανουάριον καὶ τὸν φεβρουάριον παρ’ αὐτοῦ τοῖς μησὶ προστεθῆναι ,δωδεκά- μηνον κατὰ τὸν τῆς σελήνης δρόμον νομοθετήσαντος λογίζεσθαι τὸν ἐνιαυτόν, δεκάμηνον πρόσθεν ὄντα, ὡς ἐνίοις τῶν βαρβάρων τρίμηνον, καὶ τῶν Ἑλλήνων Ἀρκάσι μὲν τετράμηνον, τοῖς δὲ Ἀκαρνάσιν ἑξάμηνον. Αἰγυπτίοις δὲ μηνιαῖος ἦν ὁ ἐνιαυτός, εἶτα τετράμηνος · διὸ καὶ ἀρχαιότατοι δοκοῦσιν καίτοι μὴ ὄντες, πλῆθος ἀμήχανον ἐτῶν ἐπὶ ταῖς γεωεαλογίαις εἰσάγοντες, ἅτε δὴ τοὺς μῆνας εἰς ἐτῶν τιθέμενοι ἀριθμόν. καὶ τὸν Ἰανουάριον δὲ Νομὰς εἰς ἀρχὴν τοῦ ἔτους ἀπένειμεν. Οὕτω δὲ δικαιοσύνῃ καὶ εὐσεβείᾳ συνεθίσαντος τὸ ὑπήκοον, ἐξῄρητο πάντῃ τὰ τοῦ πολέμου. οὐ γὰρ μόνον ὁ Ῥωμαίων δῆμος ἡμέρωτο τῇ τοῦ βασιλέως εὐνομίᾳ καὶ πρᾳότητι ,ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις ἀρχὴ μεταβολῆς ἔλαβε, καὶ πόθος εἰσερρύη πάντας εἰρήνης καὶ τοῦ δικαίου, γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καἰ σέβεσθαι θεούς. οὔτε γὰρ πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείας ἱστόρηται Νομᾶ βασιλεύοντος, οὐδ’ ἐπ’ ἐκεῖνον ἔχθρα τις ἢ φθόνος ἢ σύστασις ἀνδρῶν καὶ ἐπιβουλὴ δι’ ἔρωτα βασιλείας γενέσθαι ποί ἀναγέγραπται. θυγατέρα δ’ ἐσχηκὼς Πομπιλίαν, Μαρκίῳ ταύτην ἔξ ἧς Μάρκιος Ἄγκος θυγατριδοῦς ἐτέχθη αὐτῷ ,ὃς μετὰ Τοῦλλον Ὁστίλλιον ἐβασίλευσε. τοῦτον πενταετῆ καταλιπὼν ὁ Νομὰς ἐτελεύτησεν, κατὰ μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, χρόνον τριετῆ τοῖς ὀγδοήκοντα προσβιώσας, βασιλεύσας ἔτη ἐπὶ τρισὶ τεσσαράκοντα.