Ancient Greek
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.7
Not analysed yet
Ἐπεὶ δ’ Ὁστίλλιος ἐτελεύτησε, διεδέξατο τὴν βασιλείαν ὁ Μάρκιος, παρ’ ἑκόντων τῶν Ῥωμαίων ταύ- τὴν λαβών. ἦν δὲ τὴν χεῖρα οὐκ ἄρτιος· τὴν γὰρ ἀγκύλην πεπήρωτο, ὅθεν καὶ Ἄγκος ἐπώνυμον ἔσχηκεν. ἐπιεικὴς δὲ ὢν ἠναγκάσθη μεταβαλέσθαι, καὶ πρὸς στρατείας ἐτράπετο. οἱ γὰρ λοιποὶ Λατῖνοι διά τε τὸν τῆς Ἄλβης ὄλεθρον καὶ περὶ ἑαυτῶν δεδοικότες μή τι πάθωσιν ὅμοιον δι’ ὀργῆς μὲν εἶχον Ῥωμαίους, ἕως δὲ περιῆν ὁ Τοῦλλος, δεδιότες ἐκεῖνον ὡς μάχιμον, συνεστέλλοντο. τὸν δὲ Μάρκιον εὐεπίθετον ἡγησάμενοι διὰ τὸ εἰρηναῖον τῆς γνώμης, τῆ τε χώρᾳ ἐπῆλθον καὶ αὐτὴν ἐληίσαντο. συνεὶς δ’ ἐκεῖνος εἰρήνης εἶναι τὸν πόλεμον αἴτιον, ἐπιτίθεται τοῖς ἐπιθεμένοις καὶ ἀντημύνατο, καὶ πόλεις εἷλεν αὐτῶν, ὧν μίαν κατέσκαψεν, καὶ πολλοῖς τῶν ἁλόντων ὡς αἰχμαλώτοις ἐχρήσατο, καὶ ἐς τὴν Ῥώμην δὲ συχνοὺς ἑτέρους μετῴκισεν. αὐξανομένων δὲ τῶν Ρωμαίων καὶ τῆς χώρας σφίσι προστιθεμένης οἶ πλησιόχωροι ἤχθοντο καὶ ἑαυτοὺς Ῥωμαίοις ἐξεπολέμωσαν· ὅθεν αὐτῶν Φιδηνάτας μὲν πολιορκίᾳ ἐκράτησαν, Σαβίνους δ’ ἐκάκωσαν, αὐτοῖς τε προσπεσόντες ἐσκεδασμένοις καὶ τὸ σφῶν ἑλόντες στρατόπεδον, ἑτέρους δ’ ἐκφοβήσαντες εἰρηνεῖν καὶ ἄκοντας παρεσκεύασαν. καὶ ἐπὶ τούτοις Μαρκίῳ ἐπέλιπε τὸ βιώσιμον, εἴκοσιν ἐνιαυτοὺς καὶ τέσσαρας ἄρξαντι, καὶ πολλὴν τοῦ θείου κατὰ τὸν πάππον Νομὰν ποιουμένῳ τὴν ἐπιμέλειαν.