Ancient Greek · ~19 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.8.1
Not analysed yet
Λούκιος δὲ Ταρκύνιος τὴν ἀρχὴν ᾠκειώσατο, ὃς Δημαράτου μὲν ἦν παῖς Κορινθίου, φυγόντος δὲ καὶ εἰς πόλιν Τυρσηνίδα Ταρκυνίαν ἐγκατοικήσαντος ἐξ αὐθιγενοῦς γυναικὸς ἐκείνῳ ἐτέχθη, Λουκούμων ὀνομασθείς. πολλὰ μέντοι πατρόθεν διαδεξάμενος, ὅτι μὴ τῶν πρωτείων παρὰ τῶν Ταρκυνησίων ὡς ἔπηλυς κατηξίωτο, πρὸς τὴν ῾Ρώμην μεταναστεύει, τῇ πόλει καὶ τὴν κλῆσιν συμμεταθέμενος, καὶ μετωνομάσθη Λούκιος Ταρκύνιος ἐκ τῆς πόλεως, ἐν ᾗ παρῴκει. λέγεται δὲ μετοικιζομένου ἀετὸς καταπτὰς ἁρπάσαι τὸν πῖλον ὃν εἶχεν ἐπὶ τῆς κεφαλῆς, καὶ μετεωρισθεὶς καὶ κλάγξας ἐπὶ πολὺ αὖθις αὐτὸν ἐφαρμόσαι τῇ αὐτοῦ κεφαλῇ, ὡς ἐντεῦθεν μηδὲν ἐλπίσαι μικρὸν καὶ προθύμως τῇ ῾Ρώμῃ ἐγκατοικῆσαι· ὅθεν τοῖς πρώτοις οὐ μετὰ πολὺ συνηρίθμητο. τῷ τε γὰρ πλούτῳ χρώμενος ἀφειδέστερον, συνέσει τε καὶ εὐτραπελίᾳ τοὺς δυνατοὺς οἰκειούμενος, ἐς τοὺς εὐπατρίδας καὶ τὴν βουλὴν κατελέχθη παρὰ Μαρκίου, καὶ στρατηγὸς ἀπεδείχθη, καὶ τὴν τῶν παίδων ἐκείνου ἐπιτροπείαν καὶ τῆς βασιλείας πεπίστευτο. ἐδείκνυε γὰρ ἑαυτὸν ἀγαθὸν ἄνδρα, χρημάτων τε τοῖς δεομένοις μεταδιδοὺς καὶ ἑαυτὸν ἕτοιμον παρέχων εἰ τίς δέοιτο αὐτοῦ εἰς βοήθειαν· φαῦλον δέ τι οὔτ᾿ ἔπραττεν οὔτ᾿ ἔλεγεν οὐδενί. καὶ εἴ τι πρός τινων εὖ ἔπασχεν, ἐξῆρε τὸ γινόμενον ,εἰ δέ τι καὶ ἐπαχθέστερον αὐτῷ γένοιτο, ἢ οὐδ᾿ ἐλογίζετο τὸ λυποῦν ἢ καὶ φαυλίσας παρελογίζετο, οὐ μόνον τε οὐκ ἠμύνετο τὸν λελυπηκότα, ἀλλὰ καὶ εὐηργέτει. τού- τοις αὐτόν τε τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν ἐχει- ρώσατο, καὶ δόξαν ἀνδρὸς ἐκτήσατο σοφοῦ τε καὶ ἀγαθοῦ. Ἀλλ᾿ οὐ προσέμεινε μέχρι τέλους αὐτῷ ἡ ὑπόληψις. τοῦ Μαρκίου γὰρ τελευτήσαντος κακῶς περὶ τοὺς ἐκείνου διετέθη δύο υἱεῖς, καὶ τοῦ βασιλείαν ἐσφετερίσατο. τῆς τε γὰρ βουλῆ6 καὶ τοῦ δήμου τοὺς τοῦ Μαρκίου παΤδας χειροτονεῖν μελλόντων, ἐκεῖνος τῶν βουλευτῶν τε τοὺς δυνατωτάτους με- τῆλθε, καὶ τοὺς ὀρφανούς πόρρω ποι πέμψας εἰς θήραν, οἶς τε εἶπε καὶ οἶς ἔπραξεν αὐτῷ τὴν βασιλείαν ψηφίσασθαι παρεσκεύασεν, ὡς ἀνδρωθεῖσιν αὐτὴν δῆθεν τοῖς παισὶν ἀποδώσοντι. ἐγκρατὴς δὲ καταστὰς τῶν πραγμάτων οὕτω τοὺς Ῥωμαίους διέθετο ὥστε μηδέποτε ἐθελήσειν ἀνθελέσθαι τοὺς παῖδας ἐκείνου· καὶ τὰ μειράκια δὲ πρός ῥᾳστώνην ἐθίζων τάς τε ψυχὰς αὐτῶν καὶ τὰ σώματα σὺν χάριτι δή τινι ἔφθειρε. δεδιὼς δὲ καὶ οὕτως ἔχων, ἰσχὺν ἑαυτῷ ἐν τῷ συνεδρίῳ περιεποιήσατο. τοὺς γὰρ φιλίως αὐτῷ ἐκ τοῦ δήμου διακειμένους περὶ διακοσίους ἐς τοὺς εὐπατρίδας ἐνέγραψε καὶ τοὺς βουλευτάς, καὶ οὕτω τήν τε γερουσίαν ὑφ’ ἑαυτὸν καὶ τοὺς πολλοὺς ἐποιήσατο. καὶ τὴν στολὴν πρὸς τὸ μεγαλοπρεπέστερον ἤμειψεν· ἡ δὲ ἦν ἱμάτιον καὶ χιτὼν ὁλοπόρφυρα καὶ χρυσόπαστα, στέφανός τε λίθων χρυσοδέτων καὶ σκῆπτρον δίφρος τε ἐλεφάντινα, οἶς καὶ μετὰ ταῦτα οἵ τε ἄλλοι καὶ οἱ τὴν αὐτοκράτορα ἔχοντες ἡγεμονίαν ἐχρήσαντο. καὶ τεθρίππῳ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, καὶ ῥαβδούχους διὰ βίου δώδεκα ἔσχε. Πάντως δὲ καὶ ἄλλα πλείω ἐκαινοτόμησεν ἄν, εἰ μή τις Ἄττος Ναούιος τὰς φυλὰς αὐτὸν βουληθέντα μετακοσμῆσαι κεκώλυκεν, ὃς οἰωνιστὴς ἦν οἷος οὐχ ἕτερος γέγονε. τοῦτον ὑβρίσαι, διὰ τὴν ἐναντίωσιν ὀργισθείς, καὶ τὴν τέχνην ἐξουθενῆσαι διεμελέτησεν ὁ Ταρκύνιος. λαβὼν οὖν ἐν τῷ κόλπω ἀκόνην τε καὶ ξυρὸν ἐς τὸν δῆμον παρῆλθεν, ἔχων ἐν νῷ τμηθῆναι τῷ ξυρῷ τὴν ἀκόνην, πρᾶγμα τῶν ἀδυνάτων· εἰπόν τε ὅσα ἐβούλετο, ἐπεὶ Ἄττος ἀντέλεγεν ἐντονώτατα, μηδὲν ὑφιέμενος “εἰ μὴ φιλονείκως ἀντιλέγεις” ἔφη “ἀλλ' ἀληθῆ λέγεις, ἐπὶ πάντων τούτων ἀπόκριναί μοι εἰ ὁ κατὰ νοῦν ἔχω ποιῆσαι γενήσεται.” ὁ δὲ Ἄττος αὐτοῦ που οἰωνισάμενος παραυτικα “καὶ πάνυ γε’’ εἶπεν “ὦ βασιλεῦ, ὃ διανοῇ ἔσται ἐπιτελές.” “οὐκοῦν’’ ἔφη “τὴν ἀκόνην ταύτην λαβὼν τῷ ξυρῷ τούτῳ διάτεμε· τοῦτο γὰρ γενέσθαι διανενόημαι.” ὁ δὲ ἔλαβέ τε αὐτὴν εὐθὺς καὶ διέκοψε. θαυμάσας δὲ ὁ Ταρκύνιος ἄλλας τε τιμὰς ἐκείνῳ παρέσχε καὶ χαλκῆς εἰκόνος ἠξίωσε, καὶ οὐδὲν ἔτι τῆς πολιτείας ἠλλοίωσε, πρὸς πάντα τε συμβούλῳ τῷ Ἄττῳ ἐκέχρητο. Μαχεσάμενος δὲ Λατίνοις ἀποστατήσασιν, ἔπειτα καὶ Σαβίνοις εἰς τὴν Ῥωμαΐδα ἐμβαλοῦσι συμμαχουμένοις ὑπὸ Τυρσηνῶν, ἁπάντων ἐκράτησε. τῶν δὲ τῆς Ἑστίας ἱερειῶν, ἃς παρθενεύειν διὰ βίου νενόμισται, φωράσας τινά συμφθαρεῖσαν ἀνδρί, ὐπόγεών τινα κατασκευάσας ὑποδρομὴν προμήκη, κλίνην τε θεὶς ἐν αὐτῇ καὶ λύχνον καὶ τράπεζαν σιτίων ὑπόπλεων, ἐκεῖ τὴν φθαρεῖσαν προπεμπομένην ἐκόμισε, καὶ ζῶσαν εἰσαγαγὼν ἐγκατῳκοδόμησε. καὶ οὕτω τὰς τὴν παρθενίαν μὴ τηρησάσας τῶν ἱερειῶν ἐξ ἐκείνου τιμωρεῖσθαι κεκράτηκεν· οἶ δὲ ταύτας αἰσχύνοντες εἰς ξύλον τὸν αὐχένα δίκρουν ἐμβάλλονται ἐν τῇ ἀγορᾷ, καὶ μετὰ τοῦτο γυμνοὶ αἰκιζόμενοι ἀποψύχουσιν. Ἐπέθεντο μέντοι τῷ Ταρκυνίῳ οἱ τοῦ Μαρκίου παῖδες, ἐπεὶ μὴ τῆς ἀρχῆς αὐτοῖς παρεχώρει, ἀλλά τινα Τούλλιον τεχθέντα οἱ ἐξ αἰχμαλωτίδος προῆγε πάντων· ὃ δὴ μάλιστα τοὺς εὐπατρίδας ἐλύπει. ὧν τινας προσεταιρισάμενοι αὐτῷ ἐπεβούλευσαν, δύο τινὰς χωριτικῶς ἐσταλμένους, ἀξίναις καὶ δρεπάνοις ὡπλισμένους, αὐτῷ ἐπιθέσθαι παρασκευάσαντες. οἱ ἐπεὶ μὴ ἀγοράζοντι τῷ Ταρκυνίῳ ἐνέτυχον, ἐπὶ τὰς θύρας τῶν βασιλείων ἧκον, ἀλλήλοις δῆθεν διαμαχόμενοι, καί οἱ ἐλθεῖν εἰς ὄψιν ἐδέοντο. καὶ τυχόντες τούτου εἰς λόγους ἀλλήλοις ἀντικατέστησαν, καὶ δικαιολογουμένῳ τῷ ἑνὶ προσέχοντα τὸν Ταρκύνιον ὁ ἕτερος κατειργάσατο. Ὁ μὲν οὖν Ταρκύνιος τοιοῦτον ἴσχε τέλος, τριάκοντα