Ancient Greek · ~23 min
Book 8
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 8.15.1
Not analysed yet
Οἱ Καρχηδόνιοι δὲ διεκηρυκεύσαντο τοῖς Ῥωμαίοις ὄις διά τε τἄλλα καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων, καὶ τοῖς πρέσβεσι καὶ αὐτὸν τὸν Ῥηγοῦλον συνέπεμψαν, πᾶν δι’ αὐτοῦ οἰηθέντες κατωρθωκέναι διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός ,ὥρκωσάν τε αὐτὸν ἧ μὴν ἐπανήξειν. καὶ ὃς τά τε ἄλλα ὡς εἷς τῶν Καρχηδονίων ἔπραττε καὶ οὔτε τὴν γυναῖκα εἰς λόγους ἐδέξατο οὔτε τὴν πόλιν εἰσῆλθε, καὶ ταύτα καλούμενος, μένος, ἀλλ’ ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὡς ἔθος ἦν χρηματίζειν τῶν πολεμίων τοῖς πρέσβεσιν, εἰσαχθεὶς εἰς τὸ συνέδριον εἶπεν “ὦ πατέρες ,πρὸς ὑμᾶς Καρχηδόνιοι ἔπεμψαν . ἐκεῖνοι γάρ με ἐστάλκασι, ἐπεὶ δοῦλος αὐτῶν νόμῳ πολέμου γεγένημαι ’καὶ ἀξιοῦσι μάλιστα μὲν καὶ τὸν πόλεμον λύσασθαι ἐπὶ συνθήκαις ταῖς δοκούσαις ἀμφοῖν, εἰ δὲ μή, τῶν αἰχμαλώτων ποιήσασθαι ἄλλαγμα.” ταῦτα εἰπὼν μετέστη μετὰ τῶν πρέσβεων, ὡς ἂν ’ἑαυτοὺς τοὺς οἱ Ῥωμαῖοι βουλεύσωνται. κελευόντων δὲ αὐτὸν τῶν ὑπάτων συμμετασχεῖν σφίσι τῆς διαγνώμης, οὐ πρὶν ἐπείσθη πρὸ τοῦ παρὰ τῶν Καρχηδονίων ἐπιτραπῆναι. ὁ δὲ τέως μὲν ἐσιώπα· ἐπεὶ δ’ οἱ βουλευταὶ εἰπεῖν αὐτὸν γνώμην ἐκέλευον, εἶπεν "εἰμὶ μὲν εἶς ἐξ ὑμῶν, ὠ πατέρες ,κἂν μυριάκις ἀλῶ ’τὸ μὲν γὰρ σῶμά μου Καρχηδονίων ,ἡ δὲ ψυχή μου ὑμετέρα ἐστίν· ἐκεῖνο μὲν γὰρ ὑμῶν ἠλλοτρίωται, τᾶι, ταύτην δὲ οὐδεὶς δύναται μὴ οὐχὶ Ῥωμαίαν εἶναι ποιῆσαι· καὶ ὡς μὲν αἰχμάλωτος Καρχηδονίοις προσήκω, ἐπεὶ δ᾿ οὐκ ἐκ κακέας, ἀλλ᾿ ἐκ προθυμίας ἐδυστύχησα, καὶ ῾Ρωμαῖός εἰμι καὶ φρονῶ τὰ ὑμέτερα. καὶ οὐδ᾿ ἐξ ἑνὸς τρόπου λυσιτελεῖν ὑμίν τὰς καταλλαγὰς νομίζω. Ταῦτα ὁ ῾Ρηγοῦλος εἰπὼν καὶ τὰς αἰτίας προσέθῆκε δι᾿ ἃς τὰς συμβάσεις ἀπηγόρευε, καὶ ἐπήγαγεν ὡς “οἶδα μὲν ὅτι προὖπτός μοι ὄλεθρος πρόκειται· ἀδύνατον γὰρ λαθεῖν αὐτοὺς ἃ συνεβούλευσα· ἀλλὰ καὶ οὕτως τῆς ἐμαυτοῦ σωτηρίας τὸ κοινῇ συμφέρον προτίθημι. εἰ δέ τις φήσει, τί οὑν οὐκ ἐκδιδράσκεις ἢ ἐνταῦθα καταμένεις; ἀκούσεται ὅτι ὀμώμοκα αὐτοῖς ἐπανήξειν, καὶ οὐκ ἀν᾿ παραβαίην τοὺς ὅρκους, οὐδ᾿ εἰ πρὸς πολεμέους γεγόνασι, καὶ δι᾿ ἄλλα, μάλιστα δὲ ὅτι τὸ δεινὸν ἐμπεδορκήσας μὲν μόνος πείσομαι, ἂν δ᾿ ἐπιορκήσω, πάσα ἡ πόλις ἀναπλησθήσεται.” Ἡ γερουσία δὲ τῆς ἐκείνου σωτηρίας ἕνεκεν καὶ τὴν εἰρήνην ποιήσασθαι καὶ τοὺς αἰχμαλώτους ἀντιδοῦναι προτεθύμητο. γνοὺς οὖν τοῦτο αὐτός, ἵνα μὴ τὸ συμφέρον δι᾿ αὐτὸν καταπρόωνται, ἐπλάσατο πεπωκέναι φάρμακον δηλητήριον, καὶ μέλλειν πάντως ὑπ᾿ αὐτοῦ ἀπολέσθαι. καὶ οὔτε ἡ σύμβασις γέγονεν οὔτε τῶν αἰχμαλώτων ἡ ἀμοιβή. ἀπιόντος δ᾿ αὐτοῦ σὺν τοῖς πρέσβεσιν ἀντελάβοντο ἄλλοι τε καὶ οἱ παῖδες καὶ ἡ γυνή· οἱ δ᾿ ὕπατοι μήτ᾿ ἐθέλοντα καταμεῖναι αὐτὸν ἐκδώσειν ἔφασαν μήτ᾿ ἀπιόντα κατασχεῖν. καὶ οὕτω προτιμήσας μὴ παραβῆναι τοὺς ὅρκους ἀνεκομίσθη. καὶ αἰκισθεὶς ὑπ᾿ αὐτῶν, ὡς ἡ φήμη λέγει, ἀπέθανε. τὰ γὰρ βλέφαρα αὐτοῦ περιτεμόντες, καὶ χρόνον τινὰ ἐν σκότει καθείρξαντες, εἶτα εἰς σκεῦός τι σύμπηκτον κέντρα πανταχόθεν ἔχον ἐμβαλόντες αὐτὸν καὶ τρἐψαντες πρὸς τὸν ἥλιον, οὕτως ὑπὸ κακοπαθείας καὶ ἀγρυπνίας μὴ δυνάμε- νόν πῃ κλιθῆναι διὰ τά κέντρα διέφθειραν. ἃ πυθόμενοι οἱ ῾Ρωμαῖοι τοὺς πρώτους τῶν παρ᾿ αὐτοῖς αἰχμαλώτων παρέδοσαν τοῖς ἐκείνου παισὶ καὶ ἀνταικίσασθαι καὶ ἀνταποκτ εἶναι. Τοὺς δ᾿ ὑπάτους ἐς τὴν Λιβύην στρατεύσασθαι ἐψηφέσαντο τόν τε Γάιον τὸν Ἀτίλιον τὸν τοῦ Ῥηγού- λου ἀδελφὸν καὶ τὸν Μάλλιον τὸν Λούκιον. οἳ ἐς τὴν Σικελίαν ἐλθόντες τῷ Λιλυβαίῳ προσέβαλον, καί τι μέρος τῆς τάφρου συγχῶσαι εἰς τὴν τῶν μηχανημάτων προσαγωγὴν ἐπεχείρησαν. καὶ οἱ Καρχηδόνιοι ὑπορύσσοντες τὸν χοῦν ὑφεῖλκον ἐπεὶ δ᾿ ἠλαττοῦντο τῇ πολυχειρίᾳ, τεῖχος ἕτερον ἔνδον μηνοειδὲς φ᾿ κοδόμησαν. καὶ οἱ μὲν ὑπονόμους ὑπὸ τὸν κύκλον εἰργάζοντο, ὅπως κατὰ τὸ διάκενον αὐτῶν ἱζήσαντος τοῦ τείχους εἰσπέσωσιν· οἱ Καρχηδόνιοι δὲ ἀντορύσσοντες πολλοὺς μὲν ἀγνοοῦντας τὸ γινόμενον ἐκδεχόμενοι ἔκτεινον, πολλοὺς δὲ καὶ πῦρ ἐν φρυγάνοις εἰς τὰ ὀρύγματα ἐμβάλλοντες ἔφθειρον. ἐπεὶ δέ τινες τῶν συμμάχων, τῇ τε παρατάσει τῆς πολιορκιbς ἀχθόμενοι καὶ τῷ μὴ τὸν μισθὸν αὐτοῖς ἐντελῆ καταβάλλεσθαι ,προδοῦναι τὸ χωρίον τοῖς ῾Ρωμαίοις διεκηρυκεύοντο, ἐφρασεν ὁ Ἀμέλκας τὸ βουλευόμενον, οὐκ ἐξέφηνε δέ, ἵνα μὴ πολεμώσῃ αὐτούς· χρήματα δὲ τοῖς ἀρχουσιν αὐτῶν παρασχὼν καὶ τῷ πλήθει προσυποσχόμενος ἕτερα, οὕτως αὐτοὺς ᾠκειώσατο ὥστε μηδ᾿ ἀρνήσασθαι τὴν προδοσίαν, ἀλλὰ καὶ τοὺς τελευταίους πρέσβεις ἐπανιόντας ἀπώσασθαι. οἲ πρὸς τοὺς ὑπάτους αὐτομολήσαντες γῆν τε ἐν Σικελέᾳ καὶ ἕτερ᾿ ἄττα ἔλαβον. Ἀκούσαντες δὲ ταῦτα οἱ οἴκοι Καρχηδόνιοι πέμπουσιν Αρδέβαν σὺν ναυσὶ πλείσταις εἰς τὸ Λιλύβαιον σῖτον ἀγούσαις καὶ χρήματα. καὶ ὃς χειμῶνα ἐπιτη- ρήσας εἰσέπλευσε. κἀκ τούτου καὶ ἄλλοι συχνοὶ καταίρειν ὁμοίως ἐτόλμων· καὶ οἱ μὲν ἐπετύγχανον ,οἶ δὲ ἀπώλλυντο. ως μὲν οὖν ἄμφω παρῆσαν οἱ ὕπατοι, ἰσοπαλεῖς οἱ ἀγῶνες ἐγίνοντο ’νόσου δὲ καὶ λιμοῦ τρυχόντων αὐτούς, καὶ τοῦ ἑτέρου οἴκαδε διὰ ταῦτα σὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις ἀναχωρήσαντος ,Ἀμίλκας θαρρήσας ἐπεξῄει καὶ τὰς μηχανὰς ἐνεπίμπρα καὶ τοὺς ἐπαμύνοντας αὐταῖς ἔφθειρε, καὶ ἡ ἵππος αὐτοῦ ἐκ τοῦ Δρεπάνου ὁρμωμένη τά τε ἐπιτήδεια κομίξεσθαι τοὺς Ῥωμαίους ἐκώλυε καὶ τὴν αὐτῶν συμμαχίδα κατέτρεχε ,καὶ ὁ Ἀρδέβας ποτὲ μὲν τῆς Σικελίας, ποτὲ δὲ τῆς Ἰταλίας τὰ παράλια ἔκειρεν· ὅθεν οἱ Ῥωμαῖοι ἐν ἀπορίᾳ κατέστησαν. τέως μέντοι Δούκιος Ἰούνιος ἡτοίμαζε ναυτικόν ,Κλαύδιος δὲ Ποῦλχρος εἰς τὸ Λιλύβαιον ἐπειχθεὶς καὶ τριήρεις πληρώσας συνέλαβε δι’ αὐτῶν Ἄννωνα τὸν Καρχηδόνιον ἐκπλέοντα πεντήρει· καὶ παράδειγμα τοῖς Ῥωμαίοις τῆς κατασκευῆς τῶν νηῶν ἐγένετο. Πολλάκις δὲ τοῦ ναυτικοῦ κινδυνεύοντος ἐβαρύνοντο οἶ Ῥωμαῖοι τῇ συνεχεῖ τῶν νεῶν φθορᾷ· ἄνδρας γὰρ συχνοὺς καὶ χρήματα πλεῖστα ἐν ταύταις ἀπώλλυσαν· οὐ μέντοι γε καὶ ἐνέδοσαν, ἀλλὰ καί τινα φθεγξάμενον περὶ καταλλαγῶν πρὸς Καρχηδονίους ἐν τῇ βουλῇ διεχρήσαντο ,καὶ λεχθῆναι δικτάτωρα ἐψηφίσαντο. καὶ δικτάτωρ μὲν ὁ Κολατῖνος ἐλέχθη, ἱππάρχησε δέ γε ὁ Μέτελλος· οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ἐν ᾧ δ’ ὁ Κολλατῖνος δικτάτωρ ἐλέγετο, ἐν τούτῳ τόν Ἔρυκα παρεστήσατο ὁ Ἰούνιος, καὶ ὁ Καρθάλων κατέσχεν Αίγίθαλλον καὶ ἐζώγρησε τὸν Ἰούνιον.