Ancient Greek
Book 8
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 8.16.1
Not analysed yet
Τῷ δ’ ἐξῆς ἔτει Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος τὴν ἀρχὴν λαβόντες τό τε Λιλύβαιον καὶ τὸ Δρέπανον ἐλύπουν καὶ τοὺς Καρχηδονίους τῆς γῆς ἀπεῖργον καὶ τὴν αὐτῶν συμμαχίδα κατέκειρον. ὁ οὖν Καρθάλων πολυτρόπως ἐπιχειρήσας κατ’ αὐτόν, ὡς οὐδὲν ἤνυσεν, εἰς Ἰταλίαν ὥρμησεν, ἵν οὕτω τοὺς ὑπάτους μεταγάγῃ ἐκεῖ ἢ τέως τὴν χώραν κακώσῃ καὶ πόλεις αἱρήσῃ. ἀλλ’ οὐδ’ ἐνταῦθά τι αὐτῷ προ- εχώρησε· τὸν γὰρ στρατηγὸν τὸν ἀστυνόμον μαθὼν πλησιάζοντα ,εἰς Σικελίαν ἀνέπλευσεν. ἔνθα τῶν μισθοφόρων στασιασάντων διὰ τὸν μισθόν, συχνοὺς μὲν ἐς νήσους ἐρήμους ἐκβιβάσας κατέλιπε, πολλοὺς δὲ καὶ ἐς τὴν Καρχηδόνα ἀπέστειλεν. ὃ γνόντες οἱ λοιποὶ ἠγανάκτησαν καὶ νεωτερίσειν ἔμελλον. ὧν Ἀμίλκας, διαδεξάμενος τὸν Καρθάλωνα, πολλοὺς μένι νυκτὸς κατέκοψε, πολλοὺς δὲ καὶ κατεπόντωσεν. ἐν τοσούτῳ δ’ οἶ Ῥωμαῖοι φιλίαν ἀίδιον πρὸς Ἱέρωνα διεπράξαντο ,καὶ προσαφῆκαν ὅσα παρ’ αὐτοῦ ἐπετείως ἐλάμβανον. Τῷ δ’ ἐξῆς ἔτει τοῦ θαλαττίου πολέμου δημοσίᾳ μὲν οἶ Ῥωμαῖοι ἀπέσχοντο διὰ τὰς ἀτυχίας καὶ διὰ τὰ ἀναλώματα ,ἰδίᾳ δέ τινες νῆας αἰτήσαντες, ὥστ’ ἐκείνας μὲν ἀποκαταστῆσαι, τὴν λείαν δὲ οἰκειώσασθαι, ἄλλα τε τοὺς πολεμίους ἐκάκωσαν, καὶ ἐς Ἱππῶνα Λιβυκὴν πόλιν εἰσπλεύσαντες τά τε πλοῖα πάντα καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέπρησαν. τῶν δ’ ἐπιχωρίων τὸ στόμα τοῦ λιμένος διαλαβόντων ἁλύσεσιν, ἐν περιστάσει ἐγένοντο, σοφίᾳ δὲ καὶ τύχῃ περιεγένοντο. σπουδῇ γὰρ ταῖς ἁλύσεσι Προσπεόντες, ἐπεὶ προσάψασθαι αὐτῶν ἔμελλον οἶ ἔμβολοι τῶν νηόν, μετέστησαν ἐς τὰς πρύμνας οἶ τοῦ πληρώματος, καὶ οὕτως αἱ πρῷραι κουφισθεῖσαι ὑπερῆραν τὰς ἁλύσεις, αὖθις δ’ ἐς τὰς πρῴρας αὐτῶν μεταπηδησάντων αἱ πρύμναι τῶν σκαφῶν ἐμετεωρίσθησαν. καὶ διεξέδραμον ,καὶ μετὰ τοῦτο περὶ τὸ Πάνορμον ναυσὶ Καρχηδονίους ἐνίκησαν. Οἱ δ’ ὕπατοι, Μέτελλος μὲν Καικίλιος περὶ τὸ Λιλύβαιον ἦν, Νουμέριος δὲ Φάβιος τῷ Δρεπάνῳ προσήδρευε καὶ ἐπεβούλευσε τῇ νησῖδι τῇ Πελιάδι καλουμέηῃ, προκατειλημμένῃ παρὰ Καρχηδονίων, στρατιώτας πέμψας νυκτός, οἱ τοὺς φρουροὺς κτείναντες τὴν νῆσον εἷλον. ὃ μαθὼν Ἀμίλκας ἕωθεν τοῖς διαβεβηκόσιν ἐπέθετο ’οἶς οὐκ ἔχων ἀμῦναι ὁ Φάβιος τῷ Δρεπάνῳ προσέμιξεν, ὡς ἢ τὴν πόλιν δι’ ἐρημίαν αἱρήσων ἢ τῆς νήσου τὸν Ἀμίλκαν ἀπάξων. καὶ ἠνύσθη τὸ ἔν· φοβηθεὶς γὰρ ὁ Ἀμίλκας ἀνεχώρησεν εἰς τὸ τεῖχος. καὶ ὁ Φάβιος τὴν Πελιάδα κατέσχε, καὶ τὸ μεταξὺ ταύτης καὶ τῆς ἠπείρου στενὸν καὶ τεναγῶδες τυγχάνον συγχώσας ἠπείρωσε ,καὶ ῥᾷον προσεπολέμει τοῦ τείχους ἐκεῖ ὄντος ἀσθενεστέρου. καὶ οἱ Καρχηδόνιοι συχνὰ παρελύπουν αὐτοὺς εἰς Σικελίαν λίαν τε περιπλέοντες καὶ εἰς τὴν Ἰταλίαν περαιούμενοι. τοὺς δ’ αἰχμαλώτους ἀλλήλων ἄνδρα ἀντ’ ἀνδρὸς ἠλλάξαντο· τοὺς δὲ λοιπούς, ἐπεὶ μὴ ἦσαν ἰσοπληθεῖς ,ἀργυρίου οἱ Καρχηδόνιοι ἐκομίσαντο. Ἔκτοτε δὲ διάφοροι μὲν ὑπάτευσαν, οὐδὲν δὲ ἱστορίας ἔπραξαν ἄξιον ’μέγιστον γὰρ οἱ Ῥωμαῖοι ἐσφάλλοντο ὅτι κατ’ ἐνιαυτὸν ἄλλους, εἶθ’ ἑτέρους ἄρχοντας ἔπεμπον, ἄρτι δὲ τὴν στρατηγίαν μανθάνοντας τῆς ἀρχῆς ἔπαυον ,ὥσπερ εἰς ἄσκησιν σφᾶς, ἀλλ’ οὐκ εἰς χρῆσιν αἱρούμενοι. Οἱ Γαλάται δὲ τοῖς Καρχηδονίοις συμμαχοῦντες, καὶ μισοῦντες αὐτοὺς ὅτι κακῶς μετεχειρίζοντο σφᾶς, φρουρίου τινὸς φυλακὴν ἐμπιστευθέντες, τοῖς Ῥωμαίοις αὐτὸ προήκαντο ἐπὶ χρήμασι. μεταστάντας δὲ ἀπὸ τῶν Καρχηδονίων Γαλάτας καὶ ἄλλους τῶν σφῶν συμμάχων τινὰς οἶ Ῥωμαῖοι ἐπὶ μισθοφορᾷ προσελάβοντο, μήπω πρότερον τρέφοντες ξενικόν. τούτοις οὖν ἐπαιρόμενοι, καὶ ὅτι οἶ τὰς ναῦς ἔχοντες ἰδιῶται τὴν Λιβύην ἐπόρθησαν, οὐκέτι ἀμελεῖν τῆς θαλάσσης ἤθελον, ἀλλὰ καὶ αὗθις ναυτικὸν συνεστήσαντο.