Ancient Greek
Book 8
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 8.2.1
Not analysed yet
Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκοπὴν εἰσηγησαμένων ,ἐπεὶ μὴ καὶ παρὰ τῶν δανει- στῶν αὕτη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος · καὶ οὐ πρότερον τὰ τῆς στάσεως κατηυνάσθη ἕως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. ἦρξαν δὲ τῶν πολέμων οἶ Ταραντῖονι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ ἄλλους προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν ἄλλους οἱ Ῥωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνίκησαν καὶ ὑπάτοις ἄλλοτε ἄλλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες ,ὅμως οὔπω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρχοῦντος δὲ Λουκίου Οὐαλερίου ,καὶ τριήρεσι προσοπρμίσαι βουληθέντος ἐς Τάραντα) ἐπεὶ ἀπῄει ὅπῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἶ Ταραντῖνοι κατ’ αὐτῶν ὑποτοπήσαντες τὸν Οὐαλέριον πλεῖν ἐκ τοῦ συνειδότος ὧν ἔδρων, μετ’ ὀργῆς ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέμιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ ἄλλους πολλούς ’καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ’ ὅμως ἀπέστειλαν ἐπεγκαλοῦντες αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς ἀπεκρίθησαν ,ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοὐ Λουκίου Ποστουμίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων. θορύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων ἐπικαγχαζόντων ,ὁ Ποστούμιος “γελᾶτε” ἔφη, “γελᾶτε ἕως ἔξεστιν ὑμῖν · κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.” Ἐπανελθόντων οὖν τῶν πρέσβεων οἱ Ῥωμαῖοι τὰ πραχθέντα μαθόντες ἤλγησαν ,καὶ στρατεῦσαι ἐπὶ τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν ὕπατον ἐψηφίσαντο. ὃς εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς ἐπιτηδείους ἔπεμψε, νομίζων εἰρήνην ἐπί τισι μετρίοις αἱρήσεσθαι. οἱ δὲ ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ εύπόρων τὴν εἰρήνην σπευδόντων, τῶν δ᾿ ἐν ἡλικίᾳ καὶ ὀλίγα ἢ μηδὲν ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτησαν οἱ νεώτεροι. φοβούμενοι δὲ ὅμως, τὸν Πύρρὸν τὸν Ἠπειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκαλέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεηλάτει καὶ ἔφθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, ἀλλ᾿ ἐτράπησαν, ὥστε τοὺς ῾Ρωμαίους τήν τε χώραν αὐτών ἀδεῶς πορθῆσαι καί τινα χειρώσασθαι φρούρια. πολλὴν δὲ τῶν ἁλόντων τοῦ Αἰμιλίου πεποιηκότος πρόνοιαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώσαντος, οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμάσαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Ἆγιν τοῖς ῾Ρωμαίοις ἐπιτήδειον ὄντα εἴλοντο στρατηγὸν αὐτοκράτορα. ἄρτι δ᾿ οὗτος κεχειροτόνητο καὶ Κινέας ὑπὸ τοῦ Πύρροῦ προπεμφθεὶς ἐμποδὼν τοῖς πραττομένοις ἐγένετο. ὁ γὰρ Πύρρὸς τῆς καλουμένης βασιλεύων Ἠπείρου φύσεως τε δεξιότητι καὶ παιδείας ἰσχύϊ καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ Ἑλλη- νικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. οὕτος τοίνυν τοῖς τῶν Ταραντίνων πρέσβεσιν ἐντυχών, ἕρμαιον τὴν συμμαχίαν ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρδοῦς ἐφιέμενος, ὀκνῶν δ᾿ ὅμως ἔχθρας πρὸς ῾Ρωμαίους αὐτὸς προκατάρξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ἵνα δὲ μὴ ὑποπτευθείη δι᾿ ἅπερ εἴρηται, οἴκαδε αὐτίκα ἀνακομισθήσεσθαι ἔφη, καὶ ἐν ταῖς συνθήκαις προστεθῆναι πεποίηκε τὸ μὴ περαιτέρω τῆς χρείας ἐν τῇ Ἰταλίᾳ παρ᾿ αὐτῶν κατα- σχεθῆναι. συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρασκευάσοντας ἐν ὁμηρείᾳ κατέσχεν, ὀλίγους δ’ ἐξ αὐτῶν καὶ τὸν Κινέαν προέπεμψε σὺν στρατῷ. ἐλθόντων δ’ αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς Ῥωμαίους ἀπέσχοντο καὶ τὸν Ἄγιν παύσαντες τῆς στρατηγίας ἕνα τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ’ οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πυρροῦ σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρόπολιν αὐτῶν ἐς τὴν ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ’ ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις ἔχαιρον, ὡς μήτε φρουρεῖν μήτ’ ἄλλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πυρρῷ χρήματα ἔπεμπον. Ὁ οὖν Αἰμίλιος τέως μὲν κατὰ χώραν ἔμενεν, ἐπεὶ δὲ τούς τε Πυρρείους ἥκοντας ἔγνω, καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οἶός τε ἦν, ἐς Ἀπουλίαν ὥρμησεν. οἱ δὲ Ταραντῖνοι ἔν τινι στενοπόρῳ χωρίῳ, δι’ οὗ διελθεῖν ἀνάγκην εἶχε, λοχήσαντες, ἄπορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκοντίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώτους σφῶν, οὓς ἐπήγετο, προήγαγε. φοβηθέντες δ οἱ Ταραντῖνοι μὴ τοὺς σφετέρους ἀντὶ Ῥωμάιων ἀπολέσωσιν, ἐπαύσαντο. Ὁ δὲ Πυρρὸς οὐδὲ τὸ ἔαρ ἀναμείνας ἀπῄει, στράτευμά τε πολὺ καὶ ἔκκριτον ἐπαγόμενος καὶ ἐλέφαντας εἴκοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ Ἰταλίᾳ ὀφθέντα· ὅθεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χειμῶνι δὲ περιπεσὼν τὸ Ἰόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, οἶ δὲ λοιποὶ τῷ κλύδωνι ἐσκεθάσθησαν. μόλις μόλις δ’ οὖν πεζεύσας ἦλθεν εἰς Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέταξεν, ὅπως μὴ καθ’ ἑαυτοὺς λελοχισμένοι νεωτερίσωσι ,καὶ τὸ θέατρον ἔκλεισε, τάχα διὰ τὸν πόλεμον, ὅπως μὴ ἐς αὐτὸ συνερχόμενοι νεοχμώσωσί τι, ἀπεῖπε δ' αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι ,καὶ τοὺς νεωτέρους ἐν τοῖς ὅπλοις ἀσκεῖσθαι ἐκέλευεν ἦι διημερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἑκτῶν οἰκείων κατέστησεν, ὥστε μηδένα ἐξιέναι τῆς πόλεως. οἶ δὲ τούτοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι, καὶ τοὺς δορυφόρους εἰς τὰς οἰκίας αὐτῶν ἀναγκαζόμενοι δέχεσθαι, μετεγίνωσκον, δεσπότου καὶ οὐχὶ συμμάχου του Πυρροῦ π· ειρώμενοι. ὁ δὲ διὰ ταύτα μὴ πρὸς τοὺς Ῥωμαίους ἀποκλίνασι φοβηθείς ,τῶν τὰ πολιτικὰ δυναμένων πράττειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς Ἤπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν ἔπεμπε ,τοὺς δἑ καὶ ἀφανῶς διώλλυεν. Ἀρίσταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Ταραντίνων ἐξεταζόμενον καὶ εἰπεῖν πιθανώτατον προσηταιρίσατο ,ἔν ὕποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πυρροῦ φρονῶν γένηται · ὡς δ’ ἔτι πιστεῦον ἐκείνω τὸ πλῆθος ἐώρα, ἔπεμπεν αὐτὸν εἰς τὴν Ἤπειρον· καὶ ὃς ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε μέν, ἐς δὲ τὴν Ῥώμην μὴν ἀφίκετο.