Ancient Greek · ~26 min
Book 8
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 8.1.1
Not analysed yet
Μετὰ δὲ χρόνους πλείονας αὖθις τοῖς Σαυνίταις πολεμοῦντες οἱ Ῥωμαῖοι, Γαΐου Ἰουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορθοῦντος γὰρ τοῦ Ἰουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς ὕλας τὰς Ἀόρνους τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, οὕτω καλουμένας ἀπὸ τοῦ μηδ’ ὄρνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ ὄντες, ποίμνιά τινα ποιμένων ἢ φρουρῶν ἄνευ προκαθιστάντες καὶ ψευδαυτομόλους ὑποπέμποντες, ὡς ἐφ’ ἑτοίμην λείαν αὐτοὺς ὑπηγάγοντο. εἴσω δὲ γενομένους τῆς ὕλης περιέσχον τε σφάς καὶ οὐ πρότερον ἐπαύσαντο κτείνοντες πρὶν τέλεον ἐκκαμεῖν. καὶ ἄλλοτε δὲ πολλάκις τοῖς Ῥωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡττηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους ἄλλους τε προσλαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν Ῥώμην αὐτὴν ἐλάσοντες ἡτοιμάζοντο. ὃ οἱ Ῥωμαῖοι μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ ἐκ τοῦ βωμοῦ τοῦ Διὸς αἷμα τρισὶν ἡμέραις ,μιᾷ δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλεῖται ἀναδοθῆναι, εἴ τῳ ταῦτα πιστά · καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι ἄγαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑρέθη κάτω ἑστὸς ἐπὶ γῆς · ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέπον ὅθεν οἱ Γαλάται ἤδη ἐπῄεσαν. ταῦτ’ οὖν καὶ ἄλλως ἐξεφόβει τὸν δῆμον ,πλέον δ' ὑπὸ τῶν μάντεων κεκριμένα ἀπαίσια. Μάνιος δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς ,εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ’ εἰς τὸ πρόσθεν προχωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι προδηλοῦν τοῦ πολέμου · κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς· τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ ,ἐν ᾠ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ’ οὐκ ἐν ταῖς συμφοραῖς κατ’ ἔθος αἱμάττεσθαι. ἐκ μὲν οὖν τούτων ἀγαθόν τι σφᾶς ἔπειθε προσδοκᾶν ,ἐκ δὲ τοῦ μέλιτος νόσον, ὅτι αὐτοῦ οἱ κάμνοντες δέονται, ἐκ δὲ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ὥστε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν. Ὁ μὲν οὖν Μάνιος οὕτω τὰ τῶν σημείων ἡρμήνευσε, νεῦσε, καὶ ἐπὶ τῶν πραγμάτων δ' ἐσύστερον τῆς αὐτοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο δόξαν καὶ προγνώσεως · ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολεμεῖν ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς ἄλλοις τοῖς μετ’ αὐτῶν ἀντικαταστῆναι ὕπατοι αἱρεθέντες ἐπέμφθησαν ὅ τε Ῥωῦλλος ὁ Φάβιος ὁ Μάξιμος καὶ ὁ Δέκιος ὁ Πούπλιος. οἳ πρὸς τὴν Τυρσηνίδα σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ Ἀππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρωμένον ,τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν ,ἐν τοῖς ὅπλοις ποιεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρατιώτας διδάσκοντες. προσέβαλον οὖν τοῖς πολεμίοις · γᾶν τούτῳ λύκος ἔλαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς Ῥωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε ,προσήκειν αὐτὸν νομίζοντας ἑαυτοῖς ὡς λυκαίνης θρεψαμένης τὸν Ῥωμύλον, μύλον ,καθάπερ ἱστόρηται · ἡ δ’ ἔλαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόντων οὖν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ’ αὐτὸν ἐνίκησεν, ἥττητο δέ γε ὁ Δέκιος. ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός ,ἣν διὰ τὸ ἐνύπνιον ἐποιήσατο, ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. ἄρτι δὲ ἔσφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι’ αὐτοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ πάντως ἐκ τούτου κρατήσειν ,τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφὰς γενναίως ἀντικατέστησαν. κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αἰτοῖς προσέπεσε καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλειφθέντες ἀποδιδράσκοντες διεφθάρησαν. Μάξιμος δὲ Φάβιος τὸν μὲν τοῦ Δεκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο. Τῷ δ’ ἐξῆς ἔτει αὖθις τοῖς Σαυνίταις ἐπολέμησεν Ἀτίλιος Ῥήγουλος. καὶ μέχρι μέν τινος ἰσορρόπως πὼς ἐμάχοντο · εἶτα κρατησάντων τῶν Σαυνιτῶν αὖθις οἱ Ῥωμαῖοι ἀντεπεκράτησαν ,καὶ ἑλόντες αὐτοὺς ὑπήγαγον ὑπὸ τὸν ζυγόν, καὶ οὕτως ἀφῆκαν. Σαυνῖται δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ὥρμησαν, ὡς ἢ κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οἴκοι μενοῦντι. καὶ οἱ μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ δ᾿ ὕπατοι ἔρημον ὂν στρατιωτῶν τὸ Σαύνιον ἐπόρθοῦν καὶ πόλεις εἷλόν τινας. ὅθεν οἶ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἐνὶ τῶν ὑπάτων συμμίξαντες ἔκ τινος ἥττηντο στρατηγήματος, καὶ φυγόντες δεινῶς ἔπταισαν, καὶ τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ᾧ ἐπεβοήθουν. ὁ δὲ ὕπατος τά τε ἐπινίκια ἔπεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ᾿ ἕτερος ὕπατος κατὰ τόν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι᾿ ὀλίγου, σῖτόν τε καὶ χρήματα παρ᾿ αὐτῶν εέσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ᾿ εἰσήνεγκεν εἰς τοὺς θησαυρούς. Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἶ Σαυνῖται καὶ Φαλίσκοι καταφρονήσαντες τῶν ῾Ρωμαίων διά τε τὴν νόσον καὶ ὅτι τοὺς ὑπάτους οὐ κατ᾿ ἀρετὴν ᾕρηντο, ὡς μὴ πολέμων ὄντων, παρεκίνησαν. μαθόντες οὖν τοῦθ᾿ οἱ ῾Ρωμαῖοι, Ἰουνίῳ μὲν Βρούτῳ τὸν Εαρουίλιον, Κυίντῳ δὲ Φαβίῳ τὸν πατέρα τὸν ῾Ροῦλλον τὸν Μάξιμον ὑποστρατήγους ἢ πρεσβευτὰς συνεξἐπεμψάν. ὁ μὲν οὑν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ τούτων καὶ τὰ τῶν ἄλλων Τυρσηνῶν ἐληίζετο, Φάβίος δὲ τῆς ῾Ρώμης πρὸ τοῦ πατρός ἐξελάσας, καὶ τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθόμενος, ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀποχωροῦντας σφᾶς θεασάμενος, πάντας τε πολεμίους τυγχάνειν ἐκεῖ ἐνόμισε καὶ φεύγειν ἐπίστευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ἵν᾿ αὐτοῦ τὸ κατόρ- θῶμα, ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντάκτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ’ οὖν καὶ μετὰ ταῦτα τεθνήκασι, μήτ’ ἰατροῦ μήτ’ ἐπιτηδείου τινὸς παρόντος ,διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας· καὶ πάντως ἂν καὶ τῆς ὑστεραίας ἀπώλοντο ,εἰ μὴ οἱ Σαυνῖται τὸν πατέρα αὐτοῦ ἐγγὺς εἶναι νομίσαντες ἔδεισάν τε καὶ ἀνεχώρησαν. Πυθόμενοι δὲ ταῦθ' οἱ ἐν τῷ ἄστει δεινῶς ἠγανάκτησαν, καὶ μεταπεμψάμενοι τὸν ὕπατον εὐθύνειν ἤθελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν υἱόν, καὶ τὴν τούτου νεότητα πρὸς τὸ ἀτύχημα προβαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρέλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατόπεδον αὐτῶν εἷλε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν ἤλασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ Ρωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φειδόμενος, οὐ μέντοι καὶ ἔνδηλος ἦν δι’ ἑαυτοῦ τὰ πράγματα πράττων ,ἀλλὰ τὴν δόξαν τῶν ἔργων τῷ παιδὶ προσῆπτε.