Ancient Greek
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.14.1
Not analysed yet
Οἱ δ’ ἐν τῇ Ῥώμᾐ μετεμέλοντο ὅτι μὴ ἐκώλυσαν τὸν Ἀννίβαν ἐκπλεῦσαι· ὡς μέντοι τὰ ἐν τῆ̣ Λιβύῃ συγκροτοῦντα αὐτὸν ἔμαθον, οὐ μετρίως αὖθις ἐδεδίεσαν. διὸ καὶ Κλαύδιον μὲν Νέρωνα τὸν ἕτερον τῶν ὑπάτων ἐπ’ αὐτὸν ἔπεμψαν, Μάρκῳ δὲ Σερουιλίῳ λίῳ τὴν τῆς Ἰταλίας φυλακὴν ἐπεκλήρωσαν. ἀλλ’ οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν ,ὑπὸ χειμῶνος ἐν Ἰταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. εἶτα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκιπίων, δείσας μὴ ἐπειχθείς ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν εὔκλειαν σφετερίσηται, τοῦ ἔαρος ἐπιλάμψαντος ἐπὶ τὸν Ἀννίβαν ἐχώρησε, μαθὼν ὅττι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ Ἀννίβας ὡς ᾔσθετο προσιόντα τὸν Σκιπίωνα, προαπήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ εὐθὺς εἰς χεῖρας ἦλθον, συχνὰς δ’ ἡμέρας φιέτριψαν, καὶ ἕκαστος τῷ οἰκείῳ διειλέχθη στρατεύματι καὶ πρὸς τὴν μάχην αὐτὸ παρεθάρρυνεν. Ὡς δ’ ἔδοξε τῷ Σκιπίωνι μὴ διατρίβειν ἔτι, ἀλλὰ καὶ ἄκοντα τὸν Ἀννίβαν εἰς τὸν ἀγῶνα προαγαγεῖν, ἐπὶ τὴν Οὐτικὴν ὥρμησεν, ἔνα δεδιέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως · ὃ καὶ ἐγένετο. ὁ γὰρ Ἀννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβαλὼν ἐνίκησε. τρέψας δ’ αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ’ ὁδὸν τυγχάνοντα ὥρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν Ἀννί- ἐτάραξε, καὶ ἔτι ὅτι κατασκόπους αὐτοῦ τρεῖς ἐν τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς πεποίηκεν. μαθὼν γὰρ παρ’ ἑνὸς αὐτῶν ὁ Ἀννίβας τὸ πεπραγμένον ,οἶ γὰρ δύο παρὰ τοῖς Ῥωμαίοις μεῖναι ἠθέλησαν, κατεπλάγη ,καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι ὅτι τάχιστα ἔγνω, ἔν εἰ μὴ τοῦτο συμβαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ διακωχήν. πέμψας οὑν πρὸς τὸν Μασινίσσαν, δι’ ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ᾔτησε. καὶ ἦλθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, ἔπραξε δὲ οὐδέν. ὁ γὰρ Σκιπίων οὔτε τραχὺ οὔτε τι σαφὲς ἀπεκρίνατο ,ἀλλὰ τὸ μὲν ὅλον ἐμέσευσεν, ἐπιεικέστερον δ’ ὅμως διειλέχθη, ὅπως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προαγάγῃ ὃ καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ Ἀννίβας ἐνενόησε, μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ κατέσχε τὸν τόπον εἰς ὃν ἐκεῖνος ἠπείγετο · ἐν χωρίῳ δέ τινι κοίλῳ καὶ ἀνεπιτηδείῳ πρὸς στρατοπέδευσιν γενομένοις τοῖς Καρχηδονίοις ἐπεφάνη αἰφνίδιον. ὁ δ’ Ἀννίβας συμβαλεῖν οὐκ ἠθέλησε, στρατοπεδευόμενος δ’ ἐκεῖ καὶ φρεωρυχῶν ἐταλαιπώρησε διὰ πάσης τῆς νυκτός. καὶ οὕτως κακῶς αὐτοὺς ἔχοντας ὑπὸ καμάτου καὶ δίψης κατηνάγκασε καὶ ἄκοντας ὁ Σκιπίων συμμίξαι αὐτῷ. Συνέβαλον οὖν οἶ μὲν Ῥωμαῖοι συντεταγμένοι καὶ πρόθυμοι, Ἀννίβας δὲ καὶ οἱ Καρχηδόνιοι ἀπρόθυμοί τε καὶ κατ’ ἀπ’ ἐπ’ ληγμένοι καὶ δι’ ἕτερα καὶ ὅτι καὶ ὁ ἥλιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν ἄλλων καὶ τοῦτο οὐκ αἴσιόν τι σφίσι προμηνύειν ὁ Ἀννίβας ὑπώπτευσεν. οὕτω δ’ ἔχοντες τοὺς ἐλέφαντας ἑαυτῶν προεβάλοντο. καὶ οἶ Ῥωμαῖοι μέγα ἐξαίφνης καινοί καταπληκτικὸν ἀνεβόησαν ,καὶ τὰς ἀσπίδας τοῖς δόρασι κρούσαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ὥρμησαν. ὑφ’ ὧν ταραχθέντες ἐκεῖνοι οἶ μὲν πλείους οὐκ ἐδέξαντο σφὰς, ἀλλ’ ἀπετράποντο καὶ τιτρωσκόμενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυβον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν Ῥωμαίων διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον ,καὶ παριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἶ Καρχηδόνιοι, ἔπειτα τοῦ Μασινίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς πάντες ἔφυγον. οἶ δὲ πλείους ἐφθάρησαν, καὶ ὁ Ἀννίβας μικροῦ ἂν ἀπώλετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ἵππου ῥύμῃ ὑπενδιδούς. μεταστραφεὶς δ’ ὁ Ἀννίβας, καὶ ἰδὼν αὐτὸν οὕτω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ οὕτω παρελάσαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ἔτρωσε · κἀκ τούτου μετ’ ὀλίγων ἐξέφυγε. Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη, καὶ ἐπολιόρκει αὐτὴν ἐκ γῆς ἄμα καὶ θαλάσσης. οἶ δὲ Καρχηδόνιοι πρῶτον μὲν ὡς τὴν πολιορκίαν καρτερήσοντες ἡτοιμάζοντο, ἔπειτα ἐξαπορηθέντες πρὸς τὸν Σκιπίωνα διεκηρυκεύσαντο. καὶ ὁ Σκιπίων τοὺς λόγους σφῶν προσεδέξατο καὶ περὶ τῶν συνθηκῶν διειλέχθη αὐτοῖς. ἦν δὲ τὰ ὡμολογημένα ὁμήρους τε παρὰ τῶν Καρχηδονίων καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους δοθῆναι, καὶ πάντας μὲν τοὺς ἐλέφαντας, τὰς δὲ τριήρεις πλὴν δέκα παρασχεθῆναι, καὶ τοῦ λοιποῦ μήτε ναῦς μακρὰς πλείους ἔχειν τῶν δέκα μήτε πόλεμον παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πρὸς μηδένα ποιεῖσθαι, καί τίνα ἕτερα Τοιούτων δὲ γενομένων τῶν ὁμολογιῶν πρέσβεις οἱ Καρχηδόνιοι ἐπὶ Ῥώμην ἐστάλκασι. καὶ οἶ μὲν ἀπῆλθον, οὐ μέντοι καὶ ἡ γερουσία τὴν πρεσβείαν ἑτοίμως ἐδέξατο, ἀλλ’ ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλήλοις ἐναντιούμενοι. ὁ δὲ δῆμος τήν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσατο, καὶ τὰς ὁμολογίας ἐδέξαντο, καὶ ἔπεμψαν δέκα ἀνδρὰς, ἔνα μετὰ τοῦ Σκιπίωνος ἅπαντα διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἷ τριήρεις ἐδόθησαν καὶ ἐκαύθησαν ,καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους εἰς τὴν Ῥώμην ἀπήχθησαν ,τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ Ῥωμαῖοι μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ᾿ Ἰταλίαν οἷ Καρχηδόνιοι. Ὁ μὲν οὖν δεύτερος πόλεμος τῶν Καρχηδονίων ἔτει ἑκκαιδεκάτῳ ἐς τοῦτο κατήντησε· κἀντεῦθεν ὁ Σκιπίων λελάμπρυστο καὶ Ἀφρικανὸς ἐπεκέκλητο· Ἀφρικὴ γὰρ ἥδε ἡ περὶ Καρχηδόνα Λιβύη ὠνόμαστο· πολλοῖς δὲ καὶ ἐλευθερωτὴς προσηγόρευτο, πολλοὺς πολίτας κομίσας αἰχμαλώτους. καὶ ὁ μὲν μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ κατηγόρητο παρὰ τοῖς οἰκείοις ὡς τήν τε Ῥώμην λαβεῖν δυνηθεὶς καὶ μὴ θελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς Ἰταλίας σφετερισάμενος. οὐ μὴν καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ εἰς μακρὰν ἐπετράπη.