Ancient Greek · ~13 min
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.15.1
Not analysed yet
Εἰς ἑτέρους δ’ αὖθις πολέμους οἱ Ῥωμαῖοι κατέστησαν, γενομένους πρὸς Φίλιππόν τε τὸν Μακεδόνα καὶ τὸν Ἀντίοχον. μέχρι γὰρ ἡ πρὸς Καρχηδονίους ἤκμαζε μάχη, κἂν μὴ φίλια σφίσι τὰ περὶ τὸν Φίλιππον ἦν, ἐθεράπευον αὐτόν, ἵνα μὴ τοῖς Καρχηδονίοις συνάροιτο ἢ εἰς τὴν Ἰταλίαν στρατεύσοιτο· ἐπεὶ δὲ τὰ κατ’ ἐκείνους ἠρέμησαν ,οὐκέτ’ ἐμέλλησαν ,ἀλλ’ ἐς πόλεμον αὐτῷ κατέστησαν φανερόν ,πολλὰ ἐγκαλοῦντες αὐτῷ. πρέσβεις οὖν οἶ Ῥωμαῖοι πρὸς αὐτὸν πέμψαντες ,ἐπεὶ μηδὲν ὧν ἐπετάττετο ἔπραττε ,τὸν πόλεμον ἐψηφίσαντο ,χρώμενοι μὲν τῇ τῶν Ἑλλήνων ἐπιβασίᾳ λαβῇ, τὸ δ’ ἀληθὲς ἀγανακτοῦντες ἐφ’ οἶς ἐδεδράκει, καὶ προκαταλαμβάνοντες αὐτόν, ἵνα μὴ καταδουλωσάμενος ἐκείνους ἐπὶ τὴν Ἰταλίαν στρα- τεύσῃ κατὰ τὸν Πυρρὸν. ψηφισάμενοι δὲ τὸν πόλεμον τά τε ἄλλα παρεσκευάσαντο εὖ καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Λούκιον Ἀπούστιον Σουλπικίῳ Γάλβᾳ δεδώκασι. καὶ ὁ Γάλβας τὸν Ἰόνιον κόλπον διαβαλὼν ἐπὶ πολὺ ἐνόσησε. παραλαβόντες οὖν τὴν δύναμιν πᾶσαν ὃ τε ῥηθεὶς στρατηγὸς καὶ Κλαύδιος Κέντων ὁ ὑποστράτηγος ,αὐτὸς μὲν τῷ ναυτικῷ τὰς Αθήνας ὑπὸ τῶν Μακεδόνων πολιορκουμένας ἐρρύ- σατο καὶ Χαλκίδα κατεχομένην ὑπ’ αὐτῶν ἐπόρθησε, κἀν τούτῳ Φιλίππου ταῖς Ἀθήναις ἐπιστρατεύσαντος ἐπανελθὼν τότε αὐτὸν ἀπεώσατο καὶ μετὰ τοῦτο αὖθις προσβαλόντα ἀπεκρούσατο ,Ἀπούστιος δ’ ἐς τὴν Μακεδονίαν ,ἀσχόλου περὶ τὴν Ἑλλάδα τοῦ Φιλίππου ὄντος, ἐμβαλὼν τήν τε γῆν ἐληίζετο καὶ φρούρια καὶ πόλεις ἐχειρώσατο. Φίλιππος δὲ διὰ ταῦτα ἐν ἀμηχανίᾳ γενόμενος τέως μὲν ἄνω καὶ κάτω περιέθει ἄλλοτε ἄλλοις ἀμύνων, ὡς δὲ ὁ Ἀπούστιος τῇ χώρᾳ αὐτοῦ ἰσχυρῶς ἐνέκειτο καὶ οἱ Δάρδανοι τὴν πρόσορον σφίσι Μακεδονίαν ἐκακούργουν, οἰ- κοῦσι δ’ οὗτοι ὑπέρ τε Ἰλλυριῶν καὶ ὑπὲρ Μακεδόνων, Ἰλλυριοί τέ τινες καὶ Ἀμύνανδρος Ἀθαμανίας Θεσσαλικοῦ γένους βασιλεὺς ὤν ,σύμμαχοι πρότερον ὄντες αὐτοῦ ,πρὸς τοὺς Ῥωμαίους μετέστησαν, ἐκ τούτου καὶ τὰ τῶν Αἰτωλῶν ὑπώπτευσε καὶ περὶ τοῖς οἴκοι ἔδεισε καὶ ἐκεῖ μετὰ τοῦ πλείονος στρατεύματος ἔσπευσε γνοὺς δὲ τὴν πρόσοδον αὐτοῦ ὁ Ἀπούστιος ἀνεχώρησεν· ἤδη γὰρ καὶ χειμὼν ἦν. Ῥαΐσας δ’ ἐκ τῆς νόσου ὁ Γάλβας πλείω παρεσκευάσατο δύναμιν καὶ ἅμα ἔαρι εἰς τὴν Μακεδονίαν ἠπείγετο. ἐπεὶ δ’ ἐπλησίασαν ἀλλήλοις ,ἀντεστρατοπεδεύσαντο, καὶ ἀκροβολισμοῖς ἐχρῶντο τῶν ἱππέων καὶ τῶν ψιλῶν. μεταστάντων δὲ τῶν Ῥωμαίων ἴς τι χωρίον ὅθεν ῥᾷον ἦν αὐτοῖς ἐπισιτίσασθαι, νομίσας ὁ Φίλιππος ὡς φοβουμένους αὐτὸν μεταστῆναι, ἐπῆλθεν αὐτοῖς ποιουμένοις ἁρπαγὰς ἀπροσδόκητος καί τινας διέφθειρε. καὶ ὁ Γάλβας τοῦτο αἰσθόμενος ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου καὶ προσπεσὼν αὐτῷ πολλῷ πλείους ἀνταπέκτεινεν. ὁ δέ γε Φίλιππος ἡττηθεὶς καὶ τρωθεὶς ὑπὸ νύκτα ἀπανέστη. οὐ μέντοι αὐτὸν ὁ Γάλβας ἐπεδίωξεν, ἀλλ’ εἰς τὴν Ἀπολλωνίαν ἀνεκομίσθη. καὶ ὁ Απού- στιος δὲ μετὰ τῶν Ῥοδίων καὶ τοῦ Ἀττάλου περιπλέων νήσους συχνὰς ἐχειρώσατο. Κατὰ δὲ τὸν αὐτὸν χρόνον καί τις Ἀμίλκας Καρχηδόνιος, τῷ Μάγωνι συστρατεύσας ἐν Ἰταλίᾳ κἀκεῖ ὑπομείνας, τέως μὲν ἡσυχίαν ἦγεν, ὡς δ’ ὁ Μακεδονικὸς πόλεμος ἐνέστη ,τούς τε Γαλάτας τῶν Ῥωμαίων ἀπέστησε καὶ μετ’ αὐτῶν ἐπὶ Λίγυας στρατεύσας τινὰς κἀκείνων προσεποιήσατο. Λουκίῳ δὲ Φουρίῳ στρατηγοῦντι πολεμηθέντες ἡττήθησαν καὶ περὶ σπονδῶν ἐπρεσβεύσαντο. καὶ οἶ μὲν Λίγυες ἔτυχον αὐτῶν, τοῖς ἄλλοις δὲ οὐκ ἐδόθησαν, ἀλλ᾿ ἀντεστράτευσεν ἐπ’ αὐτοὺς Αὐρήλιος ὁ ὕπατος ,φθονήσας τῆς νίκης τῷ στρατηγῷ. Τῷ δ’ ἐξῆς ἔτει πρὸς τοῦ Ἀμίλκα καὶ τῶν Γαλατῶν συνηνέχθη πολλὰ καὶ δεινά. Γναῖόν τε γὰρ Βαίβιον στρατηγὸν ἐνίκησαν ,καὶ τὴν συμμαχίδα τῶν Ρωμαίων κατέτρεχον, καὶ Πλακεντίαν ἐπολιόρκουν καὶ ἑλόντες κατέσκαψαν.