Ancient Greek · ~10 min
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.17
Not analysed yet
Πόρκιος δὲ Κάτων ὕπατος αἱρεθεὶς τὴν Ἰβηρίαν μικροῦ πᾶσαν ἀλλοτριωθεῖσαν ἀνεκτήσατο ,ἀνὴρ ἀρετῇ πάσῃ τοὺς τότε νικῶν. νόμου δὲ τεθέντος μετὰ τὴν ἐν Κάνναις τοῖς Ῥωμαίοις συμβάσαν ἧτταν μήτε χρυσοφορεῖν τὰς γυναῖκας μήτε διφροφορεῖσθαι μήθ’ ὅλως ἐσθῆτι καταστίκτῳ κεχρῆσθαι, ὁ δῆμος, εἰ χρὴ καταλῦσαι τὸν νόμον ,βουλὴν ἐποιεῖτο. καὶ περὶ τούτου ὁ Κάτων ἐδημηγόρησε, δεῖν κατασκευάζων τὸν νόμον κρατεῖν, καὶ τέλος ταῦτα ἐπήγαγε. ‘‘κοσμείσθωσαν οὖν αἱ γυναῖκες μὴ χρυσῷ μηδὲ λίθοις ἤ τισιν ἀνθηροῖς καὶ ἀμοργίνοις ἐσθήμασιν, ἀλλὰ σωφροσύνῃ, φιλανδρίᾳ, φιλοτεκνίᾳ, πειθοῖ, μετριότητι ,τοῖς νόμοις τοῖς κειμένοις ,τοῖς ὅπλοις τοῖς ἡμετέροις, ταῖς νίκαις, τοῖς τροπαίοις.” Λούκιος δὲ Οὐαλέριος δήμαρχος ἀντιλέγων τῷ Εάτωνι διειλέχθη, ἀποδοθῆναι συμβουλεύων ταῖς γυναιξὶ τὸν κόσμον τὸν πάτριον. καὶ πολλὰ περὶ τούτου πρὸς τὸν δῆμον εἰπών ,εἶτα πρὸς τὸν Κάτωνα τὸν λόγον ἀπέτεινε καὶ ἔφη “σὺ δ’, ὦ Κάτων, εἰ ἄχθῃ τῷ κόσμῳ τῶν γυναικῶν καὶ βούλει φιλόσοφόν τι ποιῆσαι καὶ μεγαλοπρεπές ,ἀπόκειρον αὐτὰς περιτρόχαλα, καὶ χιτωνίσκους καὶ ἐξωμίδας ἔνδυσον, καὶ νὴ Δία σύ γε καὶ ὅπλισον ἐφ’ ἵππους τε ἀναβίβασον, καὶ εἰ δοκεῖ σοι καὶ εἰς τὴν Ἰβηρίαν ἀνάγαγε · ὅπως τε καὶ τῶν ἐκκλησιῶν κοινωνῶσιν ἡμῖν ,καὶ δεῦρο αὐτὰς εἰσφερώμεθα.” καὶ ὁ μὲν Οὐαλέριος ταῦτα ἐπισκώ- πτων εἶπεν ,ἀκούσασαι δὲ αἱ γυναῖκες, ἐγγὺς γὰρ τῆς ἀγοράς πολλαὶ διέτριβον πολυπραγμονοῦσαι τὸ γενησόμενον, εἰσεπήδησαν εἰς τὴν ἐκκλησίαν καταβοῶσαι τοῦ νόμου, καὶ οὕτω σπουδῇ λυθέντος αὐτοῦ ἀνεδήσαντο ἐκεῖ εὐθὺς ἐν τῇ ἐκκλησίᾳ κόσμον τινὰ καὶ ἐξῆλθον χορεύουσαι. Ὁ δὲ Κάτων ἀποπλεύσας εἰς τὴν Ἰβηρίαν ἀφίκετο, καὶ μαθὼν πάντας τοὺς μέχρι τοῦ Ἴβηρος οἰκοῦντας συνεστράφθαι, ἵνα καθ’ ἒν αὐτῷ πολεμήσωσι, συγκροτήσας τὸ στράτευμα προσέβαλε σφίσι, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασε προσχωρῆσαί οἱ, φοβηέντας ἵνα μὴ καὶ τὰς πόλεις αὐτοβοεὶ ἀποβάλωσι. καὶ τότε μὲν δεινὸν αὐτοῖς οὐδὲν εἰργάσατο, ὕστερον δὲ ὑπόπτων τινῶν γενομένων τά τε ὅπλα πάντων ἀφείλετο καὶ τὰ τείχη σφῶν δι’ αὐτόν τῶν ἐπιχωρίων κατέσκαψε. γράμματα γὰρ ἑκασταχόσε διαπέμψας, καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἅπασιν αὐτὰ ἀποδοθῆναι κελεύσας, προσέταξε τοὺς περιβόλους αὐθημερὸν καθελεῖν, θάνατον ἀπειλήσας τοῖς ἀπειθήσασιν. ἆ ἀναγνόντες οἱ ἐν ταῖς ἀρχαῖς ὄντες, καὶ νομίσαντες ἕκαστοι μόνοις αὐτοῖς γεγράφθαι, καὶ μηδὲ καιρὸν λαβόντες βουλῆς, κατέβαλον πάντες τὰ τείχη. Ὁ δὲ Κάτων διέβη τὸν Ἴβηρα, καὶ τοῖς Κελτίβηρσι συμμαχοῦσι τοῖς πολεμίοις αὐτοῦ διὰ τὸ πλῆθος συμβαλεῖν μὴ θαρσήσας, μετεχειρίσατο θαυμασίως αὐτούς, ποτὲ μὲν μεταπείθων πρὸς αὐτὸν μεταστῆναι δόσει μείζονος μισθοῦ, ποτὲ δὲ παραινῶν σφίσιν ἐπανελθεῖν οἴκαδε, ἔστι δ’ ὅτε καὶ μάχην αὐτοῖς ἐς ἡμέραν ἐπαγγέλλων ῥητήν. ἐκ γὰρ τούτου ἐστασίασαν πρὸς ἀλλήλους, καὶ φοβηθέντες οὐκέτι αὐτῷ πολεμῆσαι ἐτόλμησαν.