Ancient Greek
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.16.1
Not analysed yet
Ἐν δὲ τῇ Ἑλλάδι καὶ τῇ Μακεδονίᾳ Πούπλιος Οὐίλλιος ὁ ὕπατος ἀντεκάθητο τῷ Φιλίππῳ 5 τὰ τῆς Ἠπείρου προκαταλαβόντι στενά, δι’ ὧν εἰς τὴν Μακεδονίαν εἰσὶν εἰσβολαί. μετὰ δὲ τὸν χειμῶνα Τίτος Φλαμίνιος ὕπατος, τοῦ Φιλίππου πάν τὸ μεταξὺ τῶν ὀρῶν διατειχίσαντος καὶ ὄντος δυσπολεμήτου, διά τινος ἐκπεριῆλθε στενῆς ἀτραποῦ μετ’ ὀλίγων τὸ περιτείχισμα. καὶ φανεὶς ἐξ ὑπερδεξίων αἰφνίδιον ἐφόβησε τὸν Φίλιππον, νομίσαντα πᾶν τὸ τοῦ Τίτου στράτευμα εἴσω τῶν στενῶν παρελθεῖν · ὅθεν καὶ εἰς τὴν Μακεδονίαν ἀπῆρεν εὐθύς. ὁ δ’ ὕπατος ἐκεῖνον μὲν οὐκ ἐδίωξε, τὰς δ’ ἐν τῇ Ἠπείρῳ πόλεις προσεποιήσατο. καὶ ἐς Θεσσαλίαν ἐλθὼν πολλὰ παρεσπάσατο τοῦ Φιλίππου, καὶ εἰς τὴν Φωκίδα τὴν Βοιωτίαν τε ἀνεχώρησε. καὶ ὁ μὲν Ἐλάτειαν ἐπολιόρκει, Λούκιος δὲ Φλαμίνιος ὁ ἀδελφός αὐτοῦ μετὰ τοῦ Ἀττάλου καὶ τῶν Ῥοδίων τὰς νήσους ἐχειροῦτο. καὶ τέλος Κέγχρειαν ἑλόντες ,καὶ πυθόμενοι πρέσβεις πρὸς τοὺς Ἀχαιοὺς ἐπὶ συμμαχίᾳ πεπέμφθαι, ἀπέστειλαν καὶ αὐτοί · καὶ Ἀθηναῖοι συνεπρεσβεύσαντο. καὶ πρότερον μὲν ἐμερίσθησαν αἶ ία γνῶμαι τῶν Ἀχαιῶν ,τῶν μὲν τῷ Φιλίππῳ τὴν συμμαχίαν ψηφιζομένων ,τῶν δὲ τοῖς Ῥωμαίοις, ὀψὲ δ’ οὑν ποτε τὴν βοήθειαν αὐτοῖς ἐψηφίσαντο. καὶ ἐπὶ τὴν Κόρινθον συνεστράτευσαν, καὶ τοῦ μὲν τείχους κατήρειψάν τινα ,πονήσαντες δ’ ἐπεκδρομαῖς ἀπανέστησαν. Εἶτα δείσας ὁ Φίλιππος μὴ πολλαὶ πόλεις ἀλῶσιν, ὑπὲρ εἰρήνης πρὸς τὸν ὕπατον ἐπεκηρυκεύσατο. καὶ ὁ μὲν ἐδέξατο τοὺς λόγους αὐτοῦ ,καὶ συνῆλθον αὐτοὶ καὶ οἶ σύμμαχοι, ἐπράχθη δ’ οὐ ’δεν ἢ ὅτι πρέσβεις εἰς Ῥώμην πέμψαι τό Φιλίππῳ ἐπετράπη. καὶ οὐδὲ ἐκεῖ τι ἐγένετο· τῶν γὰρ Ἑλλήνων ἀποστῆναι αὐτὸν ἀξιούντων τῆς Κορίνθου καὶ τῆς Χαλκίδος τῆς τε Δημητριάδος τῆς Θεσσαλικῆς ,οὐδὲν περὶ τούτων οἱ τοῦ Φιλίππου πρέσβεις ἐντετάλθαι ἔφασαν, καὶ ἄπρακτοι ἀπηλλάγησαν. Οἱ δ᾿ ἐν τῇ Ῥώμᾐ τῷ Φλαμινίῳ τὴν ἐν τῇ Ἑλλάδι ἡγεμονίαν καὶ εἰς τὸ ἐπιὸν ψηφισάμενοι ἔτος, αὐτῶ ἀνέθεντο καὶ τὰ κατὰ Φίλιππον. ὁ δέ ὅτι. κατὰ χώραν ἔμελλε μένειν, πρὸς πόλεμον ἡτοιμάζετο, καὶ μᾶλλον ὅτι καὶ Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος ραννος ἐσπείσατό οἶ, καίτοι φίλος ὢν τοῦ Φιλίππου καὶ τὸ Ἀργὸς λαβὼν παρ’ αὐτοῦ. ἀδυνατῶν γὰρ ὁ Μακεδὼν πολλὰ διέπειν ὁμοῦ, καὶ δείσας μὴ τοῖς Ῥωμαίοις ἡ πόλις ληφθῇ ,τῷ Νάβιδι αὐτήν, ἔν αὖθις ἀποδοίη, παρακατέθετο. Αἰλίου δὲ Πέτου τοῦ ὑπάτου στρατεύσαντος ἐπὶ τοὺς Γαλάτας, πολλοὶ ἀπ’ ἀμφοτέρων ἀπώλλυντο προσμιγνύντες ἀλλήλοις, καίριον δέ τι ἐπράχθη οὐδέν. οἱ δ’ ὅμηροι τῶν Καρχηδονίων οἵ τε δοῦλοι οἱ μετ’ αὐτῶν καὶ οἲ τισι πεπραμένοι αἰχμάλωτοι, κατασχεῖν τὰς πόλεις ἐν αἷς ἕκαστοι τὰς διατριβὰς ἐποιοῦντο τολμήσαντες ,καὶ πολλοὺς τόν ἐπιχωρίων φονεύσαντες, καθῃρέθησαν ὑπὸ Κορνηλίου Λεντούλου στρατηγοῦ πρὶν μεῖζόν τι ἐξεργάσασθαι. οἶ μέντοι Γαλάται εὐτυχίαις τε ἐπαιρόμενοι καὶ τοὺς Ῥωμαίους ἐν παρέργῳ σφίσι πολεμοῦντας αἰσθόμενοι παρεσκευάσαντο ὡς καὶ ἐπὶ τὴν Ῥώμην ἐλάσοντες. δείσαντες οὖν οἶ Ῥωμαῖοι ἄμφω τοὺς ὑπάτους Κορνήλιον Κέθηγον καὶ Μινούκιον Ῥοῦφον ἐπὶ τοὺς Γαλάτας ἔπεμψαν οἱ διαιρεθέντες ἄλλος ἄλλην ἐπόρθουν χώραν. πρὸς οὖν τοὺς ὑπάτους καὶ οἱ πολέμιοι διῃρέθησαν ,καὶ οἱ μὲν τῷ Κεθήγῳ μετὰ τοῦ Ἀμίλκου συμβαλόντες ἡττήθησαν ,οἱ λοιποὶ δὲ τοῦτο γνόντες ἀπεδειλίασαν καὶ οὐκέτι τῷ Ῥούφῳ συνέβαλον, βάλον, ἀλλ’ ἀδεῶς ἐκεῖνος τὴν χώραν κατέτρεχε. καὶ οἱ μὲν τῷ Κεθήγω̣ πολεμήσαντες σπονδὰς ἐποιήσαντο, οἱ δ’ ἄλλοι ἐν τοῖς ὅπλοις ἔτι ἐτύγχανον. Τότε δὲ καὶ ὁ Φλαμίνιος μετὰ τοῦ Ἀττάλου τὴν Βοιωτίαν ἅπασαν ὑπηγάγετο. καὶ ὁ μὲν Ἄτταλος ἐν τῷ δημηγορεῖν αὐτοῖς ὑπὸ γήρως ἀπέψυξεν ,ὁ δέ γε Φλαμίνιος ἐς τὴν Θεσσαλίαν ἐλθὼν τῷ Φιλίππω προσέμιξε. καὶ ἱππομαχίαν ἐποιήσαντο· τὸ γὰρ χωρίον οὐκ ἐπιτήδειον πρὸς μείζω μάχην ἦν· διὸ καὶ ἄμφω ἀπανέστησαν. καὶ πρός τινα λόφον γενόμενοι, οὗ τὴν ἀκρωνυχίαν Κυνὸς κεφαλὴν ὀνομάζουσιν ,οἱ μὲν ἔνθεν οἱ δ᾿ ἐκεῖθεν ηὐλίσαντο. καὶ μαχεσάμενοι τοῖς στρατεύμασιν ἅπασιν ἰσοπαλεῖς ἂν ἀπηλλάγησαν, εἰ μὴ οἶ Αἰτωλοὶ ἐπικρατεστέρους τοὺς Ῥωμαίους ἐποίησαν. ἡττηθεὶς οὖν ὁ Φίλιππος καὶ φυγών, εἶτα μαθὼν τήν τε Λάρισαν καὶ τὰς περὶ αὐτὴν πόλεις τὰ τοῦ νικήσαντος ᾑρημένας ,ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ. καὶ ὃς ἐσπείσατο ,χρήματά τε τοῦ Φιλίππου δόντος καὶ ὁμήρους ἄλλους τε καὶ τὸν οἰκεῖον υἱὸν Δημήτριον ,καὶ πρέσβεις ὑπὲρ τῆς εἰρήνης εἰς τὴν Ῥώμην ἐκπέμψαντος. Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, καὶ Ἀνδροσθένης ἐνικήθη ὑπὸ τῶν Ἀχαιῶν καὶ τὴν Κόρινθον ἀπέβαλε. καὶ ὁ Φλαμίνιος ὁ Λούκιος ἐπὶ τοῦ ναυτικοῦ ὥν, μὴ ἔπειθε τοὺς Ἀκαρνᾶνας μὴ συμμαχεῖν τῷ Φιλίππῳ, τήν τε Λευκάδα πολιορκίᾳ εἶλε κἀκείνους μετὰ τοῦτο τὴν ἧτταν τοῦ Φιλίππου γνόντας ῥᾷον συμπαρεστησατο. Οὕτω μὲν οὖν ὁ Μακεδονικὸς ἐλέλυτο πόλεμος, καὶ οἱ ἐν τῇ Ῥώμᾐ τῷ Φιλίππῳ ἑτοιμότατα συνηλλάγησαν ἐπὶ τῷ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομό λους ἀποδοῦναι καὶ τοὺς ἐλέφαντας τάς τε τριήρεις πλὴν πέντε καὶ τῆς στρατηγίδος αὐτῆς οὔσης ἑκκαιδεκήρους, καὶ χρήματα τὰ μὲν αὐτίκα δοῦναι, τὰ δὲ καὶ ἐν τάξεσί τισι ,καὶ μόνης τῆς Μακεδονίας βασιλεύειν, μὴ πλείους τ΄ ἔχειν στρατιώτας τῶν πεντακισκιλίων, κισχιλίων, μήτε πόλεμον ἔξω τῆς ἑαυτοῦ χώρας ποιεῖσθαί τινι. τὰς γὰρ ἄλλας πόλεις τάς τε ἐν τῆ̣ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τὰς πρὶν δουλευούσας αὐτῷ ἐλευθέρας ἀφῆκαν. Οἱ δ’ ὕπατοι τοῖς Γαλάταις αὖθις οὐκ ἀταλαιπώρως ἐπολέμησαν ,ὅμως μέντοι καὶ τούτους ὑπέταξαν.