Ancient Greek · ~15 min
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.29.1
Not analysed yet
Ἐπὶ δὲ τοὺς Καρχηδονίους οἱ Ῥωμαῖοι Πείσωνα τὸν ὕπατον ἔστειλαν. ὃς τῇ μὲν Καρχηδόνι καὶ τῷ Ἀσδρούβᾳ οὐ προσέμιξεν, ἐπὶ δὲ τὰς παραλίους πόλεις ἐτράπετο· καὶ τῆς μὲν Ἀσπίδος ἀπεκρούσθη, τὴν δὲ Νέαν πόλιν ἐλῶν κατέσκαψεν ἐπὶ δὲ Ἱππῶνα πόλιν ὁρμήσας κατ’ ἔτριψε τὸν καιρὸν μηδὲν περάνας. οἶ δὲ Καρχηδόνιοι ἀνεθάρσησαν διὰ ταῦτα καὶ ὅτι καί τινες αὐτοῖς προσεγένοντο σύμμαχοι. μαθόντες οὖν ταῦτα οἶ Ῥωμαῖοι οἵ τε ἐν τῷ στρατοπέδῳ καὶ οἶ ἐν τῇ πόλει, ἐπὶ τὸν Σκιπίωνα ὥρμησαν καὶ ὕπατον αὐτὸν ἐψηφίσαντο, καίτοι τῆς ἡλι- κίας μὴ ἐφιείσης αὐτῷ τὴν ἀρχήν · ἀλλὰ τά τε ἔργα αὐτοῦ καὶ ἡ ἀρετὴ τοῦ πατρὸς Παύλου καὶ τοῦ πάππου Ἀφρικανοῦ ἐλπίδα παρεῖχον ἅπασι βεβαίαν καὶ τῶν πολεμίων δι’ αὐτοῦ κρατήσειν καὶ τὴν Καρχηδόνα παντελῶς ἐξαιρήσειν. Ἐν ᾧ δ’ ὁ Σκιπίων εἰς τὴν Λιβύην ἐκομίζετο, Μαγκῖνος παραπλέων τὴν Καρχηδόνα χωρίον τι τοῦ τείχους αὐτῆς ἐντὸς ὂν Μεγαλία ὀνομαζόμενον καὶ ἐπὶ πέτρας ἀποτόμου καθῆκον πρὸς θάλασσαν πολύ τε τῆς ἄλλης πόλεως ἀπηρτημένον καὶ μηδὲ πολλοὺς φρουροὺς ἔχον ὡς τῇ φύσει ὃν ἐρυμνὸν κατανοήσας, κλίμακας ἐξαπιναίως προσθεὶς ἀπὸ τῶν νεῶν ἐπανέβη. ἤδη δὲ ἀνελθόντος συνέδραμον μὲν τῶν Καρχηδονίων τινές, οὐ μέντοι καὶ ἐκκροῦσαι αὐτὸν ἠδυνήθησαν. ὁ δὲ πέμψας πρὸς τὸν Πείσωνα τά τε γεγονότα ἐδήλωσε καὶ αὐτῷ ἐπαμῦναι ἠξίωσε. πόρρω δ᾿ ὢν ἐν τῇ μεσογείῳ οὐδὲν αὐτῷ χρήσιμος ὁ Πείσων ἐγένετο. ὁ δὲ Σκιπίων ὑπ’ αὐτὴν τὴν ἀγγελίαν νυκτὸς κατὰ τύχην ἐλθὼν εὐθὺς ἐβοήθησεν. εἷλον γὰρ ἂν τὸν Μαγκῖνον οἶ Καρχηδόνιοι ἢ καὶ διέφθειραν, εἰ μὴ παραπλεούσας εἶδον τὰς ναῦς τοῦ Σκιπίωνος. τότε δ’ ἠθύμησαν μέν, οὐκ ἀπέστησαν δέ. αἰχμαλώτους οὖν τινας ἔπεμψεν ὁ Σκιπίων ἐροῦντ’ ἃς ὅτι πάρεστι. καὶ τοῦτο γνόντες οὐχ ὑπέμειναν ἔτι, ἀλλ’ ἀνεχώρησαν καὶ τὸν Ἀσδρούβαν μετεπέμψαντο καὶ ταφρεύμασι καὶ σταυρώμασι τὸ πρὸ τῶν οἰκιῶν διατείχισμα διεφύλαξαν. ὁ μέντοι Σκιπίων τὰ μὲν Μεγαλία τὸν Μαγκῖνον φρουρεῖν κατέλιπεν, αὐτὸς δὲ πρὸς τὸν Πείσωνα καὶ πρὸς τὰς δυνάμεις ἀπῆρεν, ὡς ἂν μετ’ αὐτῶν ἔργου ἔχηται. καὶ ἐπανῆλθε ταχέως σὺν τῷ κουφοτάτῳ τῆς στρατιᾶς, καὶ κατέλαβε τὸν Ἀσδρούβαν εἰς τὴν Καρχηδόνα εἰσελθόντα καὶ δεινῶς τῷ Μαγκίνῳ ἐπιτιθέμενον· καὶ ἐλθὼν ὁ Σκιπίων τὴν ἐπίθεσιν ἔλυσεν. ἀφικομένου δὲ καὶ τοῦ Πείσωνος ἤδη, ἐκεῖνον μὲν ἔξω τοῦ τείχους αὐλίζεσθαι κατά τινας πύλας ἐκέλευσε, καὶ στρατιώτας ἑτέρους πρὸς πυλίδα τινὰ πολὺ ἀφ’ ἑαυτῶν ἀπέχουσαν περιέπεμψε ,παραγγείλας αὐτοῖς ἄττα πράξειν ἐχρῆν, αὐτὸς δὲ τὸ κράτιστον τοῦ στρατοῦ κατὰ μέσας νύκτας λαβὼν ἔνδον τοῦ περιβόλου ἐγένετο, αὐτομόλοις χρησάμενος ἄγουσι, καὶ ὑπὸ τὴν πυλίδα παραδραμὼν καὶ τὸν μοχλὸν διακόψας τούς τε ἔξωθεν ἐφ’ ἐφεδρεύοντας εἰσήγαγε καὶ τοὺς φύλακας ἔφθειρε. καὶ πρὸς τὰς πύλας ἠπείχθη καθ’ ἃς ὁ Πείσων προσήδρευε, τοὺς φρουροὺς τοὺς τὰ μέσα φυλάττοντας ὀλίγους καθ’ ἑκάστους ὄντας τρέπων, ὥστε τὸν Ἀσδρούβαν ἄμα τε πυνθάνεσθαι τὰ γενόμενα καὶ ὁρᾶν τὴν τῶν Ῥωμαίων δύναμιν μικροῦ πᾶσαν οὖσαν ἐντός. καὶ χρόνον μέν τινα ἀντέσχον, ἔπειτα τὴν μὲν ἄλλην πόλιν ἐξέλιπον ,εἰς δὲ Κώθωνα τήν τε Βύρσαν κατέφυγον. εἶτα ὁ Ἀσδρούβας πάντας τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους ἀπέκτεινεν, ὅπως ἀπόγνωσιν συγγνώμης σχόντες οἱ Καρχηδόνιοι προθυμότερον ἀντικαρτερήσωσι· πολλοὺς δὲ καὶ τῶν ἐπιχωρίων ὡς προδιδόντας ἑαυτοὺς διε- χρήσατο. καὶ ὁ Σκιπίων περιεσταύρωσε μὲν αὐτοὺς καὶ ἀπετείχισεν ,οὐ μὴν καὶ ταχέως εἶλε. τά τε γὰρ τείχη καρτερὰ ἦν καὶ οἱ ἐντὸς πολλοὶ ὄντες ἰσχυρῶς ἐν ὀλίγῳ χώρῳ ἠμύνοντο καὶ σίτου ἀφθόνως εἶχον. ὁ γὰρ Βιθίας ὁλκάδας ἀπὸ τῆς ἀντικρὺ τῆς πόλεως ἠπείρου κατὰ κῦμα καὶ ἄνεμον, ὁσάκις σφοδρῶς ἔπνει, ἐς τὸν λιμένα αὐτοῖς εἰσέπεμπε. πρὸς ὅπερ ὁ Σκιπίων μέγα ἔργον καὶ ἐπενόησε καὶ ἐπετέλεσε τὸν γὰρ εἴσπλουν τοῦ λιμένος στενὸν ὄντα συνέχωσε, χαλεπῶς μὲν καὶ ἐπιπόνως, ὅμως μέντοι ὑπὸ πολυχειρίας τὸ ἔργον ἐξείργαστο. εἴργειν μὲν γὰρ αὐτοὺς ἐπεχείρουν οἱ Καρχηδόνιοι, καὶ πολλαὶ μάχαι ἐν τούτῳ ἐγίνοντο, οὐ μέντοι καὶ κωλῦσαι τὸ χῶσαι ἠδυνήθησαν.