Ancient Greek · ~32 min
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.30.1
Not analysed yet
Οἱ οὖν Καρχηδόνιοι, τοῦ στόματος τοῦ λιμένος χωσθέντος, τῇ τοῦ σίτου σπάνει δεινῶς ἐπιέσθησαν· καὶ οἶ μὲν ηὐτομόλουν, οἶ δὲ ἐγκαρτεροῦντες ἔθνησκον, οἶ δὲ τῶν νεκρῶν ἐγεύοντο. ὅθεν ἀθυμήσας Ἀσδρούβας πρέσβεις πρὸς τὸν Σκιπίωνα περὶ σπονδῶν ἔπεμψε · καὶ ἔτυχεν ἂν τῆς ἀδείας, εἰ μὴ καὶ τοῖς λοιποῖς ἅπασι καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν πρᾶξαι ἠθέλησε. διαμαρτὼν οὖν αὐτῆς εἰς τὴν ἀκρόπολιν τὴν γυναῖκα κατέκλεισεν, ἐπεὶ τῷ Σκιπίωνι ὑπὲρ ἑαυτῆς καὶ τῶν τέκνων διεκηρυκεύσατο· καὶ τἄλλα διῴκει τολμηρότερος γενόμενος διὰ τὴν ἀπόγνωσιν. αὐτός τε οὖν καὶ ἄλλοι ἀπονοίᾳ κρατούμενοι καὶ νυκτὸς καὶ ἡμέρας ἐμάχοντο, καὶ τὰ μὲν ἡττῶντο, τὰ δ’ ἐπεκράτουν ,καἰ ἀντεμηχανῶντο πρὸς τὰς Ῥωμαϊκὰς μηχανάς. καὶ ὁ Βιθίας δὲ φρούριόν τι ἐρυμνὸν ἔχων καὶ ἐπὶ πολλὰ τῆς ἠπείρου προιὼν τούς τε Καρχηδονίους ὠφέλει καὶ τοὺς Ῥωμαίους ἐκάκου. διὸ καὶ ὁ Σκιπίων τὸ στράτευμα διελὼν τὸ μὲν τῇ Καρχηδόνι προσεδρεύειν ἔταξε, τὸ δὲ ἐπὶ τὸν Βιθίαν ἔπεμψεν, ἐπιστήσας αὐτῷ τὸν ὑποστράτηγον τὸν Γάιον Λαίλιον· καὶ αὐτὸς ἑκατέρωσε διεφοίτα ἄμφω ἐπισκοπῶν. καὶ τὸ φρούριον. εἶτ᾿ αὖθις πάσῃ τῇ στρατιᾷ ἐπολιορκεῖτο ἡ Καρχηδών. Ἀπογνόντες οὖν οἱ Καρχηδόνιοι μηκέτι ἑκάτερον τεῖχος διασώσασθαι δύνασθαι, εἰς τὸν τῆς Βύρσης περίβολον ἄτε καὶ ἐρυμνότερον ἀνεσκευάσαντο, καὶ μετακομίσαντες ὅσα ἠδύναντο, κατέπρησαν νυκτὸς τὸ νεώριον καὶ τῶν ἄλλων τὰ πλείω, ἵνα τῆς ἐξ αὐτῶν ὠφελείας τοὺς πολεμίους στερήσωσιν. ὡς δ’ ἔγνων τὸ ἔργον οἶ Ῥωμαῖοι, τὸν λιμένα κατέσχον καὶ ἐπὶ τὴν Βύρσαν ἐχώρησαν ,καὶ κατασχόντες τὰς ἑκατέρωθεν αὐτῆς οἰκίας οἶ μὲν ἐπὶ τῶν τεγῶν αὐτῶν ἐπὶ τὰς ἀεὶ ἐχομένας ἐβάδιζον, οἱ δὲ τοὺς τοίχους διορύσσοντες κάτωθεν διῄεσαν ,ἕως πρὸς αὐτὴν τὴν ἄκραν ἀφίκοντο. ἐνταῦθα δὲ γενομένοις οὐκέτι ἀντῆραν οἶ Καρχηδόνιοι ,ἀλλ’ ἐπεκηρυκεύσαντο, πλὴν τοῦ Ἀσδρούβου. ἐκεῖνος δὲ μετὰ τῶν αὐτομόλων ,ὁ γὰρ Σκιπίων οὐκ ἐσπείσατο αὐτοῖς, εἰς τὸ Ἀσκληπιεῖον ἀνειλήθη μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ,κἀντεῦθεν ἠμύνετο τοὺς προσβάλλοτας, μέχρις οὗ ἐμπρήσαντες τὸν νεὼν οἱ αὐτόμολοι ἐπὶ τὸ τέγος αὐτοῦ ἀνέβησαν ,τὴν ἐσχάτην τοῦ πυρὸς ἀνάγκην ἀναμένοντες· τότε γὰρ ἡσσηθεὶς πρὸς τὸν Σκιπίωνα ἦλθεν ἱκετηρίαν ἔχων. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ ἀντιβολοῦντα ὀνομαστὶ ἀνεκάλεσεν, καὶ ἐξο- νειδίσασα ὅτι ἑαυτῷ τὴν σωτηρίαν πράξας οὐκ ἐπέτρεψεν ἐκείνῃ σπείσασθαι, τὰ τέκνα ἐνέβαλεν εἰς τὸ πῦρ καὶ ἑαυτὴν προσεπέρριψεν. Ἑλῶν οὖν οὕτω τὴν Καρχηδόνα Σκιπίων τῇ γερουσίᾳ ἐπέστειλε τάδε “Καρχηδὼν ἑάλω· τί οὖν κελεύετε;” ἀναγνωσθέντων οὖν τούτων βουλὴν ἔθεντο περὶ τοῦ τί δέον ποιεῖν. καὶ ὁ μὲν Κάτων κατασκάψαι τὴν πόλιν καὶ τοὺς Καρχηδονίους ἐξαφανίσαι δεῖν ἐγνωμάτευσεν ,ὁ δὲ Νασικᾶς φείσασθαι τῶν Καρχηδονίων καὶ ἔτι συνεβούλευε. κἀντεῦθεν εἰς ἀντιλογίαν πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ συνέδριον, ἕως ἔφη τις ὅτι εἰ καὶ δι’ οὐ ’δεν ἕτερον, ἀλλά γε ἑαυτῶν ἕνεκα φείσασθαι αὐτῶν ἀναγκαῖον νομίζοιτο ἄν, ἴν ἀνταγωνιστὰς αὐτοὺς ἔχοντες ἀρετὴν ἀσκῶσι, καὶ μὴ πρὸς ἡδονὰς καὶ τρυφὴν τῶν δυναμένων αὐτοὺς καταναγκάζειν εἰς ἄσκησιν τόν πολεμικῶν περιαιρεθέντων ,καὶ χείρους ὑπ’ ἀνασκησίας γένωνται, ἀξιοχρέους ἀντιπολέμους μὴ ἔχοντες. ἐκ τούτων οὖν τῶν λόγων πάντες κατα- σκάψαι τὴν Καρχηδόνα ὡμογνωμόνησαν ,μήποτε εἰρηνήσειν ἐκείνους πιστεύσαντες ἀκριβῶς. καὶ πάσα ἄρδην ἀνάστατος γέγονε, καὶ ἐπάρατον ἐψηφίσθη τὸ ἐπ’ αὐτὴν κατοικῆσαί τινα. καὶ τῶν ἀνδρῶν τῶν ἁλόντων οἱ μὲν πλείους εἰς τό δεσμωτήριον ἐνεβλήθησαν κἀκεῖ διεφθάρησαν ,ὀλίγοι δέ τινες πλὴν τῶν πάνυ πρώτων ἐπράθησαν· οὗτοι γὰρ οἴ τε ὅμηροι καὶ ὁ Ἀσδρούβας καὶ ὁ Βιθίας ἄλλοι ἄλλῃ τῆς Ἰταλίας ἐν φρουραῖς ἀδέσμοις κατεβίωσαν. ὁ δὲ Σκιπίων δόξης τε ἔτυχε καὶ τιμῆς, καὶ Ἀφρικανὸς οὐκ ἀπὸ τοῦ πάππου, ἀλλ’ ἀπὸ τῶν οἰκείων ἐπεκέκλητο πράξεων. Τότε δὲ καὶ ἡ Κόρινθος κατεσκάφη. ἐπεὶ γὰρ οἶ τῶν Ἑλλήνων Κορυφαιότατοι ὑπὸ Παύλου τοὐ μετῳκίσθησαν εἰς τὴν Ἰταλίαν, οἶ λοιποὶ τὸ μὲν πρῶτον πρεσβείαις τοὺς ἄνδρας ἀπῄτουν, ὡς δ οὐκ ἔτυχον, καί τινες ἐκείνων τὴν οἴκαδε ἀπογνόντες ἐπάνοδον ἑαυτοὺς διεχρήσαντο, χαλεπῶς διέκειντο καὶ πένθος δημόσιον ἐποιήσαντο ,τοῖς τε τὰ Ρωμαίων φρονοῦσι παρὰ σφίσιν ὠργίζοντο, οὐ μέντοι καὶ πολέμιόν τι ἐπεδείξαντο ,μέχρις οὗ τοὺς περιλιπεῖς τῶν ἀνδρῶν ἐκείνων ἐκομίσαντο. τότε δὲ διενεχθέντες ἀλλήλοις οἵ τ᾿ ἠδικημένοι καὶ οἶ τὰ ἀλλότρια ἔχοντες ἐπολέμησαν. ἤρξαντο δὲ τῆς διαφορᾶς οἱ Ἀχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες ὡς αἰτίοις τῶν συμβεβηκότων αὐτοῖς· καὶ τῶν Ῥωμαίων διαλλακτὰς αὐτοῖς στειλάντων οὐκ ἐπείσθησαν, ἀλλὰ πρὸς πόλεμον ὥρμησαν, Κριτόλαον προστησάμενοι. δείσας οὖν ὁ Μέτελλος μὴ καὶ τῆς Μακεδονίας ἅψωνται, ἤδη γὰρ εἰς τὴν Θεσσαλίαν παρῆλθον, προαπήντησεν αὐτοῖς καὶ ἐτρέψατο. Καὶ τοῦ Κριτολάου πεσόντος διχῇ διῄρητο τὸ Ἑλληνικόν. οἱ μὲν γὰρ πρὸς εἰρήνην ἀπέκλιναν καὶ τὰ ὅπλα κατέθεντο, οἱ δὲ καὶ ἔτι ἐστασίαζον τῷ Διαίω τὰ πράγματα ἐπιτρέψαντες. ἆ μαθόντες οἱ ἐν τῇ Ῥώμῃ ἐπ’ αὐτοὺς τόν Μόμμιον ἔπεμψαν. ὅς τὸν μὲν Μέτελλον ἀπήλλαξεν, αὐτὸς δὲ τοῦ πολέμου εἴχετο. καί τινα πληγὴν μέρει τῆς στρατιᾶς λαβὼν ἐξ ἐνέδρας, τοῦ Διαίου καταδιώξαντος μέχρι τοῦ σφῶν στρατοπέδου τοὺς φεύγοντας, ἀντεπεξῆλθε, καὶ τρεψάμενος αὐτὸν πρὸς τὸ τῶν Ἀχαιῶν ἦλθε χαράκωμα ἀθροίσας δὲ δύναμιν ὁ Δίαιος πλείονα συμβαλεῖν αὐτοῖς ἐπεχείρησεν. ὡς δ’ οὐκ ἀντεξώρμησαν οἱ Ῥωμαῖοι, κατεφρόνησεν αὐτῶν, καὶ εἰς τὸ μέσον τῶν στρατοπέδων κοῖλον ὂν προῆλθεν. ἰδὼν οὖν τοῦθ’ ὁ Μόμμιος, τόν ἱππέων τινὰς λάθρᾳ ἔπεμψεν, ἵν᾿ ἐκ πλαγίου αὐτοῖς ἐπιγένωνται. καὶ ἐπεὶ ἐκεῖνοι προσβαλόντες αὐτοὺς συνετάραξαν ,ἐπήγαγε τὴν φάλαγγα κατὰ πρόσωπον ,καὶ πολλοὺς ἐφόνευσεν. ἐκ δὲ τούτου Δίαιος μὲν ἀπογνοὺς ἑαυτὸν ἀπέ- κτεινε, τῶν δ’ ἐκ τῆς μάχης περισωθέντων οἱ μὲν Κορίνθιοι κατὰ τὴν χώραν ἐσκεδάσθησαν, οἶ δ’ ἄλλοι οἴκαδε ἔφυγον. ὅθεν καὶ οἱ ἐν τῷ τείχει Κορίνθιοι πάντας ἀπολωλέναι νομίσαντες ἐξέλιπον τὴν πόλιν· καὶ κενὴν αὐτὴν ἀνδρῶν ὁ Μόμμιος ἐλαβε. καὶ μετὰ ταῦτα κἀκείνους καὶ τοὺς ἄλλους Ἕλληνας ἀπόνως προσεποιήσατο. καὶ τότε μὲν τά τε ὅπλα αὐτῶν καὶ ὅσα πρὸς τοῖς ἱεροῖς ἀνέκειντο καὶ τοὺς ἀνδριάντας τάς τε γραφὰς καὶ εἴ τι ἄλλο πρὸς κόσμον εἶχον παρείλετο, πεμφθέντων δέ οἱ τοῦ τε πατρὸς καὶ ἄλλων ἐπὶ καταστάσει τῶν ἁλόντων, τείχη τέ τινων περιεῖλε καὶ ἐλευθέρους πάντας καὶ αὐτονόμους πλὴν τῶν Κορινθίων ἀφῆκε. τῆς δὲ Κορίνθου τούς τε οἰκήτορας ἀπέδοτο καὶ τὴν χώραν ἐδημοσίωσε, τά τε τείχη καὶ τὰ ἄλλα οἰκοδομήματα πάντα κατέσκαψε, φοβηθεὶς μὴ καὶ αὖθις τινὲς πρὸς αὐτὴν οἷα μεγίστην συστῶσιν. ἔνα δὲ μήτε τις ἐκείνων λάθῃ μήτε τῶν λοιπῶν τις Ἑλλήνων πραθῇ ὡς Κορίνθιος, συνεκάλεσε, πρὶν ἐκφῆναι τὸ ποιητέον, πάντας τοὺς παρόντας, καὶ αὐτοὺς ἀφανῶς πὼς τοῖς στρατιώταις ἐγκυκλωσάμενος ἐκήρυξε τήν τε τῶν ἄλλων ἐλευθερίαν καὶ τὴν τῶν Κορινθίων δούλωσιν. ἔπειτα προσέταξε πᾶσι τῶν παρεστηκότων σφίσι λαβέσθαι, καὶ οὕτω σαφῆ τὴν διάκρισιν αὐτῶν ἐποιήσατο. Καὶ ἡ μὲν Κόρινθος οὕτως ἀνάστατος γέγονε, τὸ δ᾿ ἄλλο Ἑλληνικὸν παραχρῆμα μὲν καὶ σφαγαῖς καὶ χρημάτων ἐκλογαῖς ἐκακώθη, ἔπειτα ἔν τε ἀδείᾳ καὶ ἐν εὐδαιμονίᾳ τοσαύτῃ ἐγένετο ὥστε λέγειν ὅτι, εἰ μὴ θᾶττον ἑαλώκεισαν ,οὐκ ἂν ἐσέσωντο. Ἡ μὲν οὖν Καρχηδὼν ἥ τε Κόρινθος αἰ ἀρχαῖαι ἐκεῖναι τοῦτο τέλος ἅμα ἔσχον, χρόνῳ δὲ πολλῷ ὕστερον ἀποικίαν Ῥωμαίων λαβοῦσαι ἤνθησαν αὖθις καὶ εἰς τὴν παλαιὰν ἐπανῆλθον κατάστασιν. Τὰ μὲν οὑν μέχρι τοῦδε πεπραγμένα Ῥωμαίοις, βίβλων τυχὼν τῶν πάλαι ταῦτα ἱστορησάντων ἀρχαίων ἀνδρῶν, ἐκεῖθεν ἐξείληφα κατ’ ἐπιτομὴν καὶ τῷ συγγράμματι τούτῳ ἐντέθεικα, ἐπὶ δὲ τοῖς ἑξῆς ἆ τοῖς ὑπάτοις καὶ τοῖς δικτάτωρσιν ἐπράχθη μέχρις ἂν ταῖς ἀρχαῖς ταύταις τοῖς ἐν τῇ Ῥώμῃ διῳκεῖτο τὰ πράγματα, μή μέ τις αἰτιῷτο ὡς ἢ καταφρονήσει ἢ ῥᾳθυμίᾳ ἢ ὄκνῳ ταῦτα παρελθόντα καὶ ἀτελὲς οἶον εἰακότα τὸ σύγγραμμα. οὐ γὰρ ῥᾳστώνῃ μοι τὰ λείποντα παρεώραται, οὐδ’ ἡμιτελὲς ἑκὼν τὸ πόνημα καταλέλοιπα ,ἀλλ’ ἀπορίᾳ βίβλων αἵπερ αὐτὰ διεξίασι, καὶ ταῦτα πολλάκις ζητήσαντί μοι ταύτας ,μὴ εὑρηκότι δ’ ὅμως, οὐκ οἶδα εἴθ’ ὅτι μὴ σώζοιντο, τοῦ χρόνου διεφθαρκότος αὐτάς, εἴθ’ ὅτι μὴ φροντιστικώτερον τὴν τούτων ἴσως ζήτησιν ἐποιήσαντο οἷς αὐτὴν ἀνεθέμην ,αὐτὸς ὑπερόριος ὣν καὶ πόρρω τοῦ ἄστεος ἐν νησιδίῳ ἐνδιαιτώμενος. ὅτι γοῦν μοι ταῖς βίβλοις ταύταις νῦν οὐκ ἐξεγένετο ἐντυχεῖν, ἡμίεργος ἐντεῦθεν ὅσον ἐπὶ τοῖς τόν ὑπάτων ἔργοις, ἀλλὰ μέντοι καὶ τοῖς τῶν δικτατώρων ἡ ἱστορία γεγένηται. παρελθὼν οὖν αὐτὰ καὶ ἄκων, τὰ τῶν αὐτοκρατόρων συγγράψομαι, μικρά τινα προδιηγησάμενος, ἵν ὅθεν εἰς αὐταρχίαν ἐξ ἀριστοκρατίας ἢ καὶ δημοκρατίας οἶ Ῥωμαῖοι μετηνέχθησαν δῆλον εἴη τοῖς ἀναγνωσομένοις τὸ σύγγραμμα, ἅμα τε πρὸς τούτῳ καὶ ἀκολουθίας ἔχοιτο ἡ γραφή.