Ancient Greek
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.8.1
Not analysed yet
Ὁ δὲ Φάβιος καὶ ὁ Φλάκκος ἄλλας τε πόλεις πολλὰς καὶ τὸν Τάραντα, τοῦ Ἀννίβου κατέχοντος αὐτόν, ἐχειρώσαντο. κελεύσαντες γάρ τισι τὴν Βρεττίαν κατατρέχειν ,ἴν ὁ Ἀννίβας εἰς ἐπικουρίαν αὐτῆς ἀπάρῃ ἐκ Τάραντος, ἐπεὶ τοῦτο ἐγένετο, Φλάκκος μὲν ἐκεῖνον ἐπετήρει, Φάβιος δὲ ἐν τούτῳ νυκτὸς τῷ Τάραντι ταῖς τε ναυσὶν ἄμα καὶ τῷ πεζῷ προσβαλών, τῇ τε προσβολῇ καὶ τῇ προδοσίᾳ εἶλε τὴν πόλιν. ὁ οὖν Ἀννίβας διὰ τὴν ἀπάτην ἀχθόμενος ἀντεπιβουλεῦσαι τῷ Φαβίῳ ἐσπούδασε καὶ ἐπιστολὴν αὐτῷ ἐκ Μεταποντίου ὡς παρὰ τῶν ἐπιχωρίων ἐπὶ προδοσίᾳ τῆς πόλεως ἔπεμψεν ,ἐλπίσας ἀπερισκέπτως αὐτὸν προσιόντα ἐνεδρεύσειν. καὶ ὃς ὑπετόπησε τὸ πραττόμενον ,καὶ παραβαλὼν τὰ γράμματα ταῖς ἐπιστολαῖς ἃς τοῖς Ταραντίνοις ποτὲ ἐγεγράφει, κατεφώρασεν ἐκ τῆς αὐτῶν ὁμοιότητος τὸ ἐπιβούλευμα. Σκιπίων δὲ τὸν ἄλλον χρόνον, εἰ καὶ τιμωρῆσαι τῷ πατρὶ καὶ τῷ θείῳ ἐγλίχετο καὶ τῆς τοῦ πολέμου δόξης ὠρέγετο ,ἀλλ’ οὐκ ἠπείγετο ,διὰ τὸ πλῆθος τῶν ἐναντίων. ἐπεὶ δ' ᾔσθετο αὐτοὺς χειμάζοντας πόρρω ποι ,ἐκείνους μὲν εἴα ,ἐς δὲ τὴν Καρχηδόνα τὴν ταύτῃ ὥρμησεν· οὐ μέντοι τις τὸ παράπαν τὴν ὁρμὴν αὐτοῦ ἔγνωκε πρὶν πρὸς αὐτῇ τῇ Καρχηδόνι γενέσθαι· καὶ ἔλαβε σὺν πόνῳ τὴν πόλιν. Ἁλούσης δὲ τῆς Καρχηδόνος στάσις μεγίστη μικροῦ τῶν στρατιωτῶν ἐγένετο ἄν. τοῦ γὰρ Σκιπίωνος στέφανον ὑποσχομένου δώσειν τῷ πρώτῳ τοῦ τείχους ἐπιβάντι, δύο ἄνδρες, ὁ μὲν Ῥωμαῖος ,ὁ δ’ ἐκ τῶν συμμάχων, περὶ αὐτοῦ ἠμφισβήτησαν. διαφερομένων δ’ ἐκείνων καὶ τὸ ἄλλο πλῆθος ἐθορυβήθη ,καὶ ἐπὶ πλεῖστον ἐταράχθησαν ,ὥστε καὶ δεινόν τι δρᾶσαι, εἰ μὴ ὁ Σκιπίων καὶ ἄμφω ἐστεφάνωσε, καὶ συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ τοῖς δημοσίοις προσένειμε, καὶ τοὺς ἐκεῖ κατεχομένους ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκεν. ὅθεν πολλοὶ μὲν δῆμοι ,πολλοὶ δὲ καὶ δυνάσται αὐτῷ προσεχώρησαν ,καὶ τὸ τῶν Κελτιβήρων ἔθνος πρὸς τοῖς λοιποῖς. παρθένον γὰρ ἐν τοῖς αἰχμαλώτοις λαβὼν κάλλει ἐπιφανῆ, ἐνομίσθη μὲν ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι τινὶ τῶν ἐν τέλει Εελτιβήρων ἐγγεγύηται, μετεπέμψατο αὐτὸν καὶ τὴν νεᾶνιν αὐτῷ παραδέδωκε, προσεπιδοὺς καὶ τὰ λύτρα ἃ οἱ προσήκοντες αὐτῇ προσεκόμισαν. κἀκ τούτου καὶ ἐκείνους καὶ τοὺς λοιποὺς ἀνηρτήσατο. Μαθὼν δὲ τὸν Ἀσδρούβαν τὸν τοῦ Ἀννίβου ἀδελφὸν σπουδῇ ἐπιόντα καὶ ἀγνοοῦντα ἔτι τὴν τῆς πόλεως ἅλωσιν καὶ μηδὲν προσδοκῶντα κατὰ τὴν πορείαν πολέμιον ,προσαπήντησεν αὐτῷ, καὶ ἐν τῷ στρατοπέδῳ αὐτοῦ κρατήσας ἐνηυλίσατο, καὶ πολλοὺς τῶν ἐκεῖ προσεποιήσατο. ἦν μὲν γὰρ ἐν ταῖς στρατηγίαις δεινός ,ἐν δὲ ταῖς ὁμιλίαις ἐπιεικής ,καὶ ἐς μὲν τοὺς ἀνθισταμένους φοβερός, ἐς δὲ τοὺς ὑπεί- κοντας καὶ μάλα φιλάνθρωπος. μάλιστα δ’ ὅτι καὶ ἐθείασε, προειπὼν ὡς ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, πάντες ἐτίμων αὐτόν · οἱ δ’ Ἴβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον. Ὁ δ’ Ἀσδρούβας ἀπελπίσας τὴν Ἰβηρίαν ἀπᾶραι πρὸς τὴν Ἰταλίαν ἐβούλετο. καὶ ἐν τῷ χειμῶνι συσκευασάμενος ὁ μὲν ὥρμητο ,οἱ δὲ συστράτηγοι αὐτοῦ κατὰ χώραν μείναντες ἀσχολίαν τῷ Σκιπίωνι παρεῖχον, ὥστε μὴ τὸν Ἀσδρούβαν ἐπιδιῶξαι μήτε τοῖς ἐν τῇ Ἰταλίᾳ Ῥωμαίοις ἐπικουφίσαι τὸν πόλεμον γενομένῳ ἐκεῖ, ἢ πρὸς τὴν Καρχηδόνα πλεῦσαι. ὁ δὲ Σκιπίων τὸν μὲν Ἀσδρούβαν οὐκ ἐπεδίωξε, πέμψας δὲ δρομοκήρυκας τὴν πρόσοδον αὐτοῦ τοῖς ἐν τῇ Ῥώμῃ δι’ αὐτῶν προεκήρυξεν ,αὐτὸς δὲ τῶν ἐν χερσὶν εἴχετο. καὶ ὁρῶν τοὺς ἐναντίους πολλαχῇ τῆς χώρας ὄντας ,ἐδεδίει μή τισιν αὐτῶν προσμίξας εἰς ἕν ἅπαντας συναγάγῃ ἀλλήλοις ἐπικουρήσοντας. αὐτὸς μὲν οὖν ἐστράτευσεν ἐπ’ Ἀσδρούβαν τὸν Γίσγωνος, Σιλανὸν δὲ ἐς Κελτιβηρίαν ἐπὶ Μάγωνα, καὶ Λούκιον Σκιπίωνα τὸν ἀδελφὸν ἐς Βαστιτανίαν ἔπεμψεν. ὃς ἐκείνην τε πολέμῳ κατέσχε, καὶ τὸν Μάγωνα ἐνίκησε, καὶ φεύγοντι αὐτῷ πρὸς τὸν ᾿Ασδρούβαν ἐπακολουθήσας ἦλθε πρὸς τὸν Σκιπίωνα, μήπω μηδὲν διαπεπραγμένον. Ἐλθόντων οὖν τοῦ τε Μάγωνος πρὸς τὸν ᾿Ασδρούβαν καὶ τοῦ Λουκίου πρὸς τὸν ἀδελφὸν τὸν Σκιπίωνα, τὰ μὲν πρῶτα τῷ ἱππικῷ καταθέοντες εἰς τὰ πεδία διεμάχοντο ,εἶτα καὶ ὅλῳ τῷ στρατεύματι ἀντιπαρετάσσοντο, οὐ μὴν καὶ ἐμάχοντο. καὶ ἐπὶ πλείους ἡμέρας τοῦτο ἐγίνετο · συμβολῆς δέ ποτε γενομένης οἵ τε σύμμαχοι τῶν Καρχηδονίων καὶ αὐτοὶ ἐκεῖνοι ἡττήθησαν . καὶ τὸ ἔρυμα αὐτῶν παρὰ τῶν Ῥωμαίων ἑάλω, καὶ τοῖς ἐν αὐτῷ ἐπιτηδείοις οἱ ῾Ρωμαῖοι ἐχρήσαντο· ὃ πρὸ τριῶν ἡμερῶν ὁ Σκιπίων, ὡς λόγος ἐστίν, ἀπεφοίβασεν. ἐπιλιπόντων γὰρ αὐτοῖς τῶν πρὸς τροφήν, προεῖπεν, ὅθεν δ᾿ ἠγνόηται, ὡς “κατὰ τήνδε τὴν ἡμέραν τοῖς τῶν πολεμίων χρησόμεθα.” μετὰ ταῦτα δὲ τοῖς περιλειφθεῖσι τῶν ἐναντίων τὸν Σιλανὸν καταλιπὼν αὐτὸς πρὸς τὰς ἄλλας ἀπῄει πόλεις, καὶ πολλὰς προσηγάγετο. καταστήσας δὲ τὰ ἑαλωκότα αὐτὸς μὲν ἐκεῖ διεχείμασε, τὸν δὲ Λούκιον τὸν ὁμαίμονα ἐπὶ ῾Ρώμην ἀπέστειλε καταγγελοῦντά τε τὰ γενόμενα καὶ τοὺς αἰχμαλώτους κομίσοντα καὶ ὅπως οἱ ἐν τῇ ῾Ρώμῃ φρονοῦσι περὶ αὐτοῦ πολυπραγμονησοντα.