Ancient Greek · ~19 min
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.9.1
Not analysed yet
Οἱ δ᾿ ἐν τῇ Ἰταλίᾳ καὶ ἐκ νόσου ἐπόνησαν καὶ μάχαις ἐταλαιπώρησαν, Τυρσηνῶν νεωτερισάντων τινῶν. μείζον᾿ δὲ τόν ἄλλων αὐτοὺς ἐλύπησεν ὅτι τὸν Μάρκελλον ἀπέβαλον. ἐπιστρατεύσαντες γὰρ κατὰ τοῦ Ἀννίβου τυγχάνοντος ἐν Λοκροῖς καὶ ἄμφω οἱ ὕπατοι περιστοιχισθέντας ἐξ ἐνέδρας ὁ μὲν Μάρκελλος αὐτίκα ἀπώλετο, Κρισπῖνος δὲ τρωθεὶς ἀπέθανεν οὐ μετὰ πολύ. εὑρηκὼς δὲ τὸ τοῦ Μαρκέλλου σῶμα ὁ Ἀννίβας, καὶ τὸν δακτύλιον αὐτοῦ εἰληφὼς ᾧ ἐκεῖνος τὰς γραφὰς ἐπεσφράγιζε, γράμματα ἐς τὰς πόλεις ὡς παρ᾿ ἐκείνου στελλόμενα ἔπεμπε, καὶ ὅσα ἐβούλετο διεπράττετο· μέχρις οὗ τοῦτο γνοὺς ὁ Κρισπῖνος ἀντιπαρήγγειλεν αὐτοῖς φυλάσσεσθαι· ὅθεν ἀντιπεριέστη τῷ Ἀννίβᾳ τὸ πρᾶγμα. ἐπεὶ γὰρ τοῖς ἐν τῇ Σαλπίᾳ δι᾿ αὐτομόλου δῆθεν ἦν ἐπιστείλας, ὡς ὁ Μάρκελλος νυκτὸς προσῄει τοῖς τείχεσι, τῇ τε τῶν Λατίνων κεχρημένος φωνῇ σὺν ἄλλοις ἐπιστα- μένοις αὐτήν, ἔνα Ῥωμαῖοι δόξωσιν εἶναι. μαθόντες δὲ οἱ Σαλπηνοὶ τὴν ἐπιτέχνησιν αὐτοῦ ἀντετεχνήσαντο πιστεύειν ὄντως προσιέναι τὸν Μάρκελλον, καὶ ἀνασπάσαντες τόν καταρράκτην εἰσήγαγον ὅσους αὐτοῖς ἱκανοὺς ἔδοξεν εἶναι κατεργασθῆναι παρ’ αὐτῶν, καὶ πάντας ἀπέκτειναν. ὁ δὲ Ἀννίβας ἀπῆρεν αὐτίκα ,μαθὼν τοὺς Λοκροὺς πολιορκουμένους ὑπὸ Ῥωμαίων ἐκ Σικελίας ἐπιπλευσάντων. Καὶ Πόπλιος δὲ Σουλπίκιος μετὰ Αἰτωλῶν καὶ συμμάχων ἑτέρων πολλὰ τῆς Ἀχαί· ας ἐπόρθησε. τοῦ δὲ Φιλίππου τοῦ Μακεδόνος τοῖς Ἀχαιοῖς συμμαχήσαντος παντελῶς ἂν τῆς Ἑλλάδος ἐξηλάθησαν οἱ Ῥωμαῖοι, εἰ μὴ τοῦ κράνους τοῦ Φιλίππου περιρρυέντος οἱ Αἰτωλοὶ τοῦτο ἔσχον, καὶ φήμης εἰς τοὺς Μακεδόνας γενομένης ὡς τέθνηκε ,στάσις τε γέγονεν ἐκεῖ καὶ · ἐφοβήθη μὴ τῆς βασιλείας στερηθῇ ,καὶ πρὸς Μακεδονίαν ἠπείχθη. ἐντεῦθεν οἱ Ῥωμαῖοι τῇ Ἑλλάδι προσέμειναν καί τινων ἐκράτησαν πόλεων. Τῷ δ’ ἐπιόντι ἔτει ὡς ὁ Ἀσδρούβας ἠγγέλλετο προσιών ,οἶ ἐν τῇ Ῥώμῃ τὰς δυνάμεις τε ἤθροιζον καὶ τοὺς συμμάχους σφῶν μετεπέμποντο ,ὑπάτους Κλαύδιόν τε Νέρωνα καὶ Λιούιον τὸν Μάρκον ἑλόμενοι. καὶ Νέρωνα μὲν ἐπὶ τὸν Ἀννίβαν, Λιούιον δὲ ἐπὶ τὸν Ἀσδρούβαν ἔπεμψαν. ὃς αὐτῷ πρὸς τῇ Σένᾳ τῇ πόλει ἀπήντησεν · οὐ μέντοι καὶ εἰς χεῖρας εὐθὺς ἦλθον. ἐπὶ πολλὰς δὲ ἡμέρας κατὰ χώραν ἔμεινεν· ἀλλ’ οὐδὲ ὁ Ἀσδρούβας τὴν μάχην κατήπειξεν, ἡσύχαζε δὲ τὸν ἀδελφὸν ἀναμένων. ὁ Νέρων δὲ καὶ ὁ Ἀννίβας εἰς Λευκανίαν ἐστρατοπεδεύοντο, καὶ οὐδέτερος πρὸς παράταξιν ὥρμησεν ,ἄλλως δὲ ἐς χεῖρας ἀλλήλοις ᾔεσαν. καὶ ὁ Ἀννίβας πυκνὰ μετανίστατο, καὶ ὁ Νέρων ἀκριβῶς αὐτὸν παρετήρει. κρείττων οὖν ἀεὶ αὐτοῦ γινόμενος, καὶ τὰ γράμματα τὰ παρὰ τοῦ Ἀσδρούβα αὐτῷ πεμφθέντα ἑλών, τοῦ μὲν Ἀννίβου κατεφρόνησε, δείσας δὲ μὴ τὸν Λιούιον ὁ Ἀσδρούβας τῷ πλήθει καταβιάσηται, μέγα πρᾶγμα ἐτόλμησε. καὶ κατέλιπε μὲν μοῖραν ἐκεῖ ἀποχρῶσαν εἴργειν τὸν Ἀννίβαν, εἴ πῃ κινηθείη, ἐντειλάμενος πάντα ποιεῖν ἵνα καὶ αὐτὸς νομίζοιτο ἐνδημεῖν, τὸ δὲ καθαρώτατον τοῦ στρατοῦ ἀπολέξας ὥρμησεν ὡς πόλει τινὶ πλησιοχώρῳ προσμίξων, οὐδ᾿ ᾔδει τις τὴν διάνοιαν αὐτοῦ. καὶ ἠπείχθη ἐπὶ τὸν Ἀσδρούβαν, 10 καὶ ἀφίκετο νυκτὸς πρὸς τὸν συνάρχοντα, καὶ ἐν τῇ ταφρείᾳ τῇ αὐτοῦ κατεσκήνωσε. καὶ παρεσκευάζοντο ἄμφω ἵν᾿ αἰφνίδιον αὐτῷ συνεπίθωνται. οὐκ ἔλαθον δέ, ἀλλ᾿ ἐτεκμήρατο τὸ γεγενημένον ὁ Ἀσδρούβας ἀπὸ τῶν παραγγέλσεων διττῶν γινομένων· ἰδίᾳ γὰρ ἴκαστος τῶν ὑπάτων παρήγγελλέ τι τοῖς ἑαυτοῦ. ὑποπτεύσας οὖν ἡττῆσθαι τὸν Ἀννίβαν καὶ ἀπολέσθαι, περιόντος γὰρ ἐκείνου οὐκ ἂν ἐπ᾿ αὐτὸν ὁρμῆσαι τὸν Νέρωνα ἐλογίζετο, ἔγνω πρὸς τοὺς Γαλάτας ἀπαναχωρῆσαι καὶ ἐκεῖ τὰ περὶ τὸν ἀδελφὸν ἀκριβώσασθαι καὶ οὕτω κατὰ σχολὴν πολεμῆσαι Καὶ ὁ μὲν παραγγείλας τῷ στρατεύματι ἀναστῆναι νυκτὸς ἀπῆρεν, οἱ δ᾿ ὕπατοι ἐκ τοῦ θορύβου ὑπώπτευσαν τὸ γινόμενον, οὐ μέντοι εὐθὺς ἐκινήθησαν διὰ τὸ σκότος. ἅμα δ᾿ ἠοῖ τούς τε ἱππέας προέπεμψαν ἐπιδιῶξαι αὐτούς, καὶ αὐτοὶ εἵποντο. καὶ τοῦ Ἀσδρούβου τοῖς ἱππεῦσιν ἀντιταξαμένου ὡς μόνοις οὖσιν, οἱ ὕπατοι ἐπελθόντες τροπὴν αὐτοῦ ἐποιήσαντο, καὶ φεύγουσιν ἐπακολουθήσαντες πολλοὺς ἐφόνευσαν. καὶ οὐδ᾿ οἱ ἐλέφαντες αὐτοῖς ἐβοήθησαν· ὅτι γὰρ αὐτῶν τινες τραυματισθέντες κακὰ πλείω τοὺς ἐπιτεταγμένους σφίσιν ἔδρων ἢ οἱ πολέμιοι, παρήγγει- λεν ὁ Ἀσδρούβας τοῖς ἐπ’ αὐτῶν καθημένοις τοὺς τιτρωσκομένους τῶν θηρίων παραυτίκα σφάζειν ῥᾷστα δὲ σιδηρίῳ τινὶ ὑπὸ τὸ οὖς νυττόμενοι ἐκτιννύοντο. καὶ ἐκεῖνοι μὲν ὑπὸ τῶν Καρχηδονίων ,οἱ ἄνδρες δὲ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο. ἔπεσον δὲ τοσοῦτοι ὥστε τοὺς Ῥωμαίους διακορεῖς τοὐ φόνου γενομένους μὴ θελῆσαι τοὺς ἄλλους ἐπιδιῶξαι. φθείραντές τε ἄλλους πολλοὺς καὶ Ἀσδρούβαν, καὶ λάφυρα πλεῖστα λαβόντες, καὶ Ῥωμαίους αἰχμαλώτους λωτοὺς ἐς τετρακισχιλίους ἐν τῷ στρατοπέδῳ εὑρόντες, ἱκανῶς τὴν Εαννηίδα συμφορὰν ἀνειληφέναι ἐνόμισαν. Πραχθέντων δὲ τούτων ὁ μὲν Λιούιος κατὰ χώραν ἔμεινεν ,ὁ δὲ Νέρων ἑκταῖος εἰς τὴν Ἀπουλίαν ἐπανελήλυθε ,λαθὼν μέχρι τότε ὡς ἀπεδήμησε. καὶ τῶν ἁλόντων τινὰς ἐς τὸ Ἀννίβου στρατόπεδαν ἔπεμψε τὰ πεπραγμένα δηλώσοντας ,καὶ τὴν κεφαλὴν τοῦ Ἀσδρούβου πλησίον που ἀνεσταύρωσε. μαθὼν οὖν ἐκεῖνος τόν τε ἀδελφὸν ἡττημένον καὶ τεθνηκότα καὶ τὸν Νέρωνα νενικηκότα καὶ ἐπανήκοντα, πολλὰ μὲν ὠλοφύρατο, πολλάκις δὲ καὶ τὴν τύχην καὶ τὰς Κάννας ἀνεκάλεσε. καὶ ἐς τὴν Βρεττίαν ἀνεχώρησε, κἀκεῖ διῆγεν ἡσυχάζων.