Ancient Greek
10.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 10.5
Unproofread scanNot analysed yet
B α' 'Αβραάμ, δς ἀπὸ τῆς Χαλδαίας εἰς τὴν Χαναναίαν θεῖω μετοικίζεται προστάγματι. κα' 'Ισαάχ. κβ' 'Ιακώβ. Οὗτος ἐγέννησε τὰς δώδεκα φυλάρχους, ἐξ ὧν τὸ δωδεκάφυλον τοῦ 'Ισραὴλ συνίσταται. 'Απὸ δὲ τοῦ 'Ιούδα, δς ἦν τέταρτος αὐτῷ γόνος, τὸ βασιλικὸν παράγεται γένος, κγ' 'Ιούδας, κδ' Φαρέ, κε' 'Εσρώμ, κζ' 'Αράμ, κζ' 'Αμιναδάδ. Ἐπὶ τούτου ἡ ἐξ Αἰγύπτου ἔξοδος τοῦ λαοῦ, Μωϋσέως ἡγουμένου, γεγένηται, κη' Ναασσών, κθ' Σαλμών. Οὗτος ἠγάγετο τὴν 'Ραὰβ, τὴν τοὺς κατασκόπους κατακρύψασαν, λ' Βοὸζ. Οὗτος τὴν Μωαβίτιν 'Ροὺθ ἠγάγετο, ὅστις 'δέκατος ἀπὸ 'Αβραάμ. Καὶ πληροῦται ἐπὶ 'Ροὺθ τὸ προρρηθὲν ὑπὸ Μωϋσέως· Μωαβίτις οὐκ εἰσελεύσεται εἰς τὴν ἐκκλησίαν Κυρίου μέχρι γενεᾶς δεκάτης, λα' 'Οθέδ, λβ' 'Ιεσσαί.