Ancient Greek
111.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 111.1
Unproofread scanNot analysed yet
πτύζει τὴν τοῦ Θεολόγου Ἰωάννου Ἀποκάλυψιν, καὶ τοὺς μετὰ τὴν αὐτὴν ὁπτασίαν χρόνους ἐφαρμόζει τὰ προφητευθέντα, τοὺς ὑπὲρ ἑαὐ ἐγχειρήσαι ἀναβελάμην· εἰδὼς μεγάλην τοῦτο εἶναι διανοίας, καὶ [τῷ] Θεῷ Πνεύματι παρουσιαμένης, τῶν μυστικῶς τοῖς ἁγίοις ἐφραμμένων ἐν τῷ μέλλοντι χρόνῳ συμβήσεσθαι, ποιεῖσθαι ἀνάπτυξιν. Εἰ γὰρ τῶν παλαιῶν προφητῶν οἱ βίβλοι ὑπὸ πολλῶν ἐρμηνευθείσαι, ἐπὶ τὸ βάθος τῶν ἐν αὐταῖς μυστηρίων [τοὺς πᾶσιν] ἔχουσιν ἀθέατον ἄχρι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ τῆς μερικῆς καταργουμένης γνώσεως ἡ τελεία ἀναδειχθήσεται· καίπερ τὰ πλεῖστα περὶ τῆς τοῦ μεγάλου Θεοῦ. καὶ Σωτῆρος ἡμῶν πρώτης ἐπιφανείας κηρύξασαι, εἰ καὶ τινα τούτους ἀναμιξ καὶ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας κατηγγείλαν· πῶς ἂν τις οὐ τολμηρὸς δεῖχθήσεται, προφητικοῦ μὲν ἀμέτοχος· ἄν Πνεύματος, ἐγχειρῶν δὲ ἐκείνοις ὧν οὕτω τὸ τέλος τεθέαται; Ἄλλ’ ἐπεὶ ὑπακοὴ μὲν ὑπὲρ θυσίαν ἀγαπή, ἡ δὲ ἐλπίς οὐ καταισχύνει, καὶ ἡ ἀγάπη οὐ πίπτει, κατά τὸν Ἀπόστολον· ταύτη συνδεδεμένος τῇ θεάρεστῳ σου ψυχῇ, ὦ Μακάριε, ἐλπίζων τε δι’ αὐτῆς τὴν τε τῶν ἐλλειμμάτων ἀναπλήρωσιν, τὸν τε τῆς ὑπακοῆς μισθόν, ἣν [τῆς] ἀγάπης οἶδα καρπόν, τὸ ἐπιταχθὲν ἐν ὀλίγῳ πληρώσω, σὺν Θεῷ τῷ σῳρίζοντι.