Ancient Greek
112.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 112.2
Unproofread scanNot analysed yet
Δι' ὑπακοὴν οὖν τοῦτο πεπράγμεν· διελόντες τὴν προοῦσαν πραγματείαν εἰς λόγους κδ', καὶ οὗ κεφάλαια, διὰ τὴν τριμερῆ τῶν κδ' [πρεσβυτέρων] ὑπόστασιν, σώματος καὶ ψυχῆς καὶ πνεύματος· δι' ὧν τῶν ἀρχθέντων μέχρι συντελείας τοῦ αἰῶνος εὐαρεστησάντων Θεῷ τὸ πλήρωμα χαρακτιροῦται, καθὼς ἐν τοῖς ἑξῆς δηλωθήσεται. Περὶ μέντοι τοῦ θεοπνεύστου τῆς βίβλου, περιττὸν μηκύνειν τὸν λόγον ἠγοῦμεθα, τῶν μακαρίων, Γρηγορίου, [ἡμῖν,] τοῦ Θεολόγου, καὶ Κυρίλλου, προσέτι δὲ καὶ τῶν ἀρχαιοτέρων Παππίου, Εἰρηναίου, Μεθοδίου, καὶ Ἱππολύτου ταύτην προσημαρτυρούντων τὸ ἀξιόπιστον. Παρ' ὧν καὶ ἡμεῖς πολλάς λαβόντες ἀφορμὰς εἰς τοῦτο ἐληλύθαμεν, καθὼς ἐν τισὶ τόποις χρήσεις τούτων παρεθέμεθα. Σὺ δέ, ὦ τοῦ Θεοῦ ἄνθρωπε, εὐχὰς τὸν πόνον ἀπεύθαι, τὸ μικρόν, ὡς οἶμαι, συντελοῦντα πρὸς [τὴν] κατάνυξιν διὰ τῆς μνήμης τῶν ἀπονεμηθησομένων τοῖς τε δικαίοις, τοῖς τε ἁμαρτωλοῖς ἀμοιβῶν καὶ ἀντιδόσεων.