Ancient Greek
116.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 116.6
Unproofread scanNot analysed yet
'Οτι δὲ οὐκ ἦν αἰσθητὴ ἡ φωνὴ [ἧς ἤκουσε,] δηλοῖ λέγων, 'Ἐπέστρεψα, οὐ τὴν ἀκοῦσαι, ἀλλὰ τοῦ βλέπειν τὴν φωνὴν · ταυτὸν γὰρ ἐστιν ἡ πνευματικὴ ἀκοὴ τε καὶ ὄρασις. 'Ἐπιστρεφὰς δέ, φησίν, εἶδον ἑπτὰ λυχίας · ἃς παρακατωθὼν τὰς 'Ἐκκλησίας ἐνόησε· καὶ ἐν μέσῳ αὐτῶν τὸν Χριστόν, ὁμοιον ἀνθρώπου · διὰ τὸ καὶ Θεὸν αὐτὸν εἶναι, καὶ οὐ ψιλὸν ἄνθρωπον· καὶ, ἐνδεδυμένον ποδήρη, ὡς ἀρχιερέα τὸν ἄνω, κατὰ τὴν τάξιν Μελχισέδεκ · καὶ ζώνην χρυσὴν περιεζωσμένον, οὐκ ἐν τῇ ὀσφύ, ὡςπερ οἱ λοιποὶ ἄνθρωποι, πρὸς ἐποχὴν τῶν ἡδονῶν (ταύταις γὰρ ἡ θεία σὰρξ ἀνεπίβατος), ἀλλ' ἐν [τῷ] στήθει, πρὸς τοῖς μασίοις · ὅπως καὶ τὸ ἔλεγχον τῆς δικαίας [καὶ] θείας ὀργῆς φιλανθρωπία συνἔχεται, καὶ ἡ τὰς δύο Διαθήκας, ἃς τούς Διοπατικούς μασούς, ζωννύουσα δεξιότης ἀληθείας, δι' ὧν οἱ πιστοὶ τρέφονται. Χρυσὴ δὲ ἡ ζώνη, διὰ τὸ τίμιον καὶ καθαρὸν καὶ ἀκιδάβωλον.