Ancient Greek
117.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 117.3
Unproofread scanNot analysed yet
Τοὺς πόδας καὶ ὁ θεὸς Γρηγόριος τὴν μετὰ σαρκὸς ἐνάντησιν ὀνονομιαν· πόδες γὰρ αὐτοῦ ἡ σάρξ ἦν, ἡ θεότης ἐπίδοσα, τὴν ἡμετέραν σωτηρίαν κατειργάσατο. Πόδες, δὲ καὶ οἱ ἀπόστολοι, ὡς θεμέλιοι τῆς Ἐκκλησίας. Χαλκολιβανος δὲ ἐστιν, ὃν φασιν οἱ ἱατροὶ εὐώδη εἶναι θυμιώμενον, τὸν παρ’ αὐτοὺς καλούμενον ἄρδεντα [λιβανον]. “Ἡ καὶ ἐτέρως χαλκοῦ μὲν, τῆς ἀνθρωπίνης· λιβάνου δὲ, τῆς θείας νοουμένης φύσεως, [οἱ δὲ] δείκνυται καὶ τὸ εὐώδες τῆς πίστεως, καὶ τὸ ἀσῦγχυτον τῆς ἐνώσεως. “Ἡ τοῦ χαλκοῦ μὲν δηλοῦντος τὸ τοῦ χρυσοῦματος εὐχρον· τοῦ δὲ λιβάνου, τὴν τῶν ἐθνῶν ἐπιστροφήν· ὅθεν ἡ Νύμφη ἔρχεσθαι κελεύεται. Πόδες τοῦ Χριστοῦ καὶ οἱ ἀπόστολοι, τῇ καμίνῳ τῶν πειρασμῶν πυρωθέντες κατὰ τὴν τοῦ διδασκάλου μίμηνσιν.