Ancient Greek
118.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 118.6
Unproofread scanNot analysed yet
Διὰ τοῦ ἀγγέλου τῇ Ἐκκλησίᾳ διαλέγεται, ὡςπερ ἄν τις διὰ παιδαγωγοῦ τῷ παιδαγωγουμένῳ. Οἷκε:οῦσθαι γὰρ ὁ διδάσκαλος τὰ τοῦ μαθητοῦ πέφυκεν, εἰτε ἐγκλήματα, εἰτε κατορθώματα, ἄτε σπεύδων ἴσοιούσιν ἐκιντὸν τὸν διδασκόμενον. Εἰκὸς δὲ διὰ τῶν ἐπτά ἀστέρων, ἤγουν [τῶν] ἀγγέλων, τῶν ἐν τοῖς εἰρημένοις Εἰρηναίῳ καὶ Ἐπιφανείῳ τοῖς μακαρίοις, ἐπτά οὐρανοῖς, λογικῶν τάξεων δηλοῦσθαι τὴν διακόσμησιν, ἐν τῇ δεξιᾷ τοῦ Χριστοῦ καὶμένην· ἐν ἧ καὶ τὰ τῆς γῆς πέρατα· τοῦ καὶ ἐν μέσῳ τῶν Ἐκκλησιῶν περιπατοῦντος, κατὰ τὴν οἰκείαν ὑπόσχεσιν.