Ancient Greek
12.12 to 12.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 12.12-8
Unproofread scanNot analysed yet
νδ' Πάλιν Ἀνανῆλος, νε' Ἠσοῦς ὁ τοῦ Φαυβῆ, νζ' Σίμων ὁ Ἡρώδου κηδεστής, νζ' Ματθίας. C νη' Ἰώσηππος, κατὰ τὴν τῆς νηστείας ἡμέραν, ἀντὶ Ματθίου (12), νθ' Ἰώζαρος, ξ' Ἐλεάζαρος, ἐφ' οὗ Ἡρῴδης ἀπέθανε· ξα' Ἠσοῦς ὁ τοῦ Σαῆ, ξβ' Ἀνανος. Οὗτός ἐστιν ὁ Καϊάφα πενθερός. ξγ' Ἰσμαήλος ὁ τοῦ Βιαβῆ, ξδ' Ἐλεάζαρος Ἀνάνου, ξε' Σίμων Καθημοῦ. ξζ' Καϊάφας, ὁ καὶ Ἰώσηππος, ἐφ' οὗ τὸ σωτήριον πάθος, ὁ Κύριος ἡμῶν ὑπέμεινε. ξζ' Ἰωνάθης Ἀνάνου, ξη' Θεόφιλος ἀδελφός, ξθ' Σίμων Βοήθου, ο' πάλιν Ἰωνάθης ὁ Ἀνάνου, οα' Ματθίας ἀδελφός, οβ' Ἠλὶ ὁ νέος, ογ' Ἰώσηππος Κάμη, οδ' Ἀνανίας ὁ τοῦ Νεβεδαίου, οε' Ἰωνάθης, οζ' Ἰσμαήλος Φαβίου, οζ' Ἰώσηπος ὁ Κάμης. οη' Ἀνανος Ἀνάνου, ὁ Ἰάκωβον ἀποκτεῖνας τὸν δίκαιον, τὸν ἀδελφὸν τοῦ Κυρίου. Τοῦτῳ καὶ ὁ Παῦλος εἶπε· Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκοσμιωμένε. οθ' Ἠσοῦς ὁ Γαμαλιήλ. D π' Ματθίας Θεοφίλου, ἐφ' οὗ ὁ πρὸς Ῥωμαίους πόλεμος ἀρχὴν εἴληφε, ἔτους ὀγδόου Κλαυδίου. πα' Φιναῖος, ἐφ' οὗ ἡ πόλις καὶ ὁ ναὸς καὶ τὸ ἔθνος ὑπὸ Τίτου ἔαλω, καὶ πάντα κατὰ τὸν ναὸν κατελύθη. λζ' Ἐλεάζαρος, ἐφ' οὗ αἱ Βίβλοι τῶν Ἑβδομήκοντα, Πτολεμαίου τοῦ δευτέρου βουληθέντος, ἡρμηνεύθησαν· λζ' Μανασσὴς. λη' Ἀνανίας. Ἐπὶ τούτου τὰ δεινὰ ὑπὸ τοῦ Ἀντιόχου τοῦ Ἐπιφανοῦς ἐπὶ τῶν Μακκαβαίων συμβέβηκε. λθ' Σίμων, μ' Ὀνίας (7), μα' Ἰησοῦς, μβ' Ὀνίας (8). μγ' Ἀλκιμος, ὃν Ἀντίοχος κατέστησεν, οὐκ ὄντος τοῦ ἱερατικοῦ γένους, ἀνελὼν τὸν Ὀνίαν, ἐπὶ τούτου Ὀνίας ὁ τοῦ Ὀνίου υἱὸς φυγὼν εἰς Αἴγυπτον, ναὸν ὅμοιον τῷ ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν ἐν τῇ Ἡλιουπολίτῃ κώμῃ (9). μδ' Ἰούδας ὁ Μακκαβαῖος ἐκ τῶν Ἀσαμωναίων, με' Ἰωνάθης ἀδελφός, μζ' Σίμων ἀδελφός, μζ' Ἰωάννης, ὁ καὶ Ὑρκανός. B μη' Ἀριστόβουλος, ὃς καὶ διάδημα πρῶτος περιτίθεται (10)· μθ' Ἰανναῖος, ὁ καὶ Ἀλέξανδρος. ν' Ὑρκανός, ἐφ' οὗ Πομπήιος ὁ Ῥωμαίων βασιλεὺς τὸ ἱερὸν ἐπιβὰς τὰ χειμήλια ἀφείλετο (11). να' Ἀντίγονος, ὃς Πάρθους ἐπηγάγετο κατὰ Ὑρκανοῦ, ὑπὸ Ἡρώδου ἐκβάλλεται τῆς ἱερωσύνης.