Ancient Greek
124.8 to 125.10
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 124.8-125.10
Unproofread scanNot analysed yet
Ἐὰν οὖν μὴ γρηγορήσης, ἥξω ὡς κλέπτης · καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ. Ἡξω ὡς κλέπτης. —Εἰκὸς ὅτι ὁ τε γὰρ ἐκάστου θάνατος· καὶ ἡ κοινὴ συντέλεια, πᾶσιν ἄγνωστος. Τοῖς μὲν παρεσκευασμένοις, πόνων ἀνάπαυσιν · τοῖς δὲ ἀπαρασκευάστοις κλέπτης, ψυχῶν ἐπάγων θάνατον. αὐτοῦ ἐνώπιον τοῦ Πατρὸς μου, καὶ ἐνώπιον τῶν ἁγγέλων αὐτοῦ. Ὁ ἔχων οὖς, ἀκούσάτω τί τὸ Πνεῦμα λέγει ταῖς Ἐκκλησίαις. [Ἰδοὺ δίδωμι ἐκ τῆς συνάγωγης τοῦ Σατανᾶ.] —Ἔξεις, φησίν, μισθὸν τῆς ὁμολογίας τοῦ ἐμοῦ ὀνόματος τὴν τῶν Ἰουδαίων ἐπιστροφὴν τε καὶ μετάνοιαν · οἱ προσπεσοῦνταί τοὺς ποσὶ σου, τὴν πρός ἐμὲ προσαγωγὴν καὶ τὸν ἐξ ἐμοῦ φωτισμὸν αἰτούμενοι καὶ ἐν τῷ κρυπτῷ τῆς καρδίας, [οὐκ] ἐν τῷ φανερῷ λοιπὸν Ἰουδαίζοντες.