Ancient Greek
127.4 to 127.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 127.4-6
Unproofread scanNot analysed yet
Μᾶλλον σε ἐμέσαι ἐκ τοῦ στόματός μου · ὅτι ἄσθεις, Πλούσιός εἰμι, καὶ πεπλουτήκα, καὶ οὐδενὸς χρείαν ἔχω. Καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαιπώρος, [καὶ ἐλεεινός,] καὶ πτωχός, καὶ τυφλός, καὶ γυμνός. Ὦσπερ γὰρ, φησὶ, τὸ χλιαρὸν ἔμετον κινεῖ τοὺς μεταλαμβάνοντας, οὕτω κἀγὼ σε ὡς βδελυκτὸν βρώμα ἐμέσω διὰ λόγου στόματός μου εἰς αἰῶνων χλᾶσιν · ὅτι ταῖς ἀκάναθαι τοῦ πλοῦτου τὸν σπόρον τοῦ θείου λόγου συμπτίνουσα, τὴν ἑαυτῆς ἐν τοῖς πνευματικοῖς ἀγνοεῖς πτωχείαν, καὶ τὴν τῶν νοητῶν [σου] ὀφθαλμῶν τύφλωσιν, καὶ τὴν ἐξ ἀγαθῶν πράξεων γύμνωσιν. Συμβουλεύω σοι ἀγοράσαι παρ᾽ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς · καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον ἐγχρίσον τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς.