Ancient Greek
127.8 to 128.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 127.8-128.2
Unproofread scanNot analysed yet
Ἐγὼ ὅσους ἂν φιλῶ, ἐλέγχω καὶ παιδεύω. Ζήλωσον οὖν καὶ μετανόησον. [Ἐγὼ ὅσους ἂν φιλῶ, ἐλέγχω. —]Βαβαὶ τῆς φιλανθρωπίας! πόση ἀγαθότης! ὁ Ἐλέγχος κέχρηται! Ἰδοὺ ἔστηκα ἐπὶ τὴν θύραν, καὶ κρούω · ἐὰν A [οὐρ] τις ἀκούση τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ. [Ἰδοὺ, ἥκα ἔπι τὴν θύραν, καὶ κρούω. —]Ἀδίαστος, φησίν, ἡ ἐμὴ παρουσία. Τὴν θύραν τῆς καρδίας κρούω· καὶ τοὺς ἀνοίγουσιν ἐπὶ τῇ αὐτῶν σωτηρίᾳ συνευφραίνωμαι. Τροφὴν γὰρ καὶ δεῖπνον ταύτην ἡγῆμαι, τρεφόμενος ἐφ’ οἷς αὐτοὶ τρέφονται, καὶ τὸν λιμὸν τοῦ ἀκούσαι λόγον Κυρίου καὶ τὸ σκότος τῆς πλάνης ἀποφεύγουσι.