Ancient Greek
128.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 128.5
Unproofread scanNot analysed yet
C Ὦδεν νεφέλην ὄχημα τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐν τῇ ἀναλήψει αὐτοῦ ποιησάμενος, καὶ τοὺς ἁγίους ἐπὶ νεφελῶν διὰ τοῦ Ἀποστόλου φησὶν ἀρπαγήσεσθαι πρὸς τὴν αὐτοῦ ὑπάντησιν· καὶ κριτῆς, ὡς Δημιουργὸς καὶ Δεσπότης τῆς κτίσεως, ἐλευσόμενος, κρίνειν τοῖς ἁγίοις παρέξει τοὺς τῆς θείας δυνεως καὶ μακαρίας δουλείας ἀφηνιάσαντας, ὡς φησιν ὁ Ἀπόστολος· Οὐχ οἴδατε ὅτι ἀγγέλους κρινούμεν; δηλαδὴ τοὺς τοῦ σκότους ἄρχοντας. Ἐπεὶ τοίνυν οὕτω φιλάνθρωπον τὸν κριτὴν ἔχομεν, εὐμενοῦς αὐτοῦ τυχεῖν σπουδάσωμεν· διηνεκῶς πλουτοῦντες τὸ Σολομώντειον λόγιον· Ἐν παντὶ καιρῷ ἐστεωσαν τὰ ἱμάτια σου λευκά, [ταῖς] πονηραῖς μὴ ῥυπαίνόμενα πράξεσιν. Οὕτω γὰρ νυμφικῶς τὰς ψυχὰς ἡμῶν κοσμήσαντες, ἐπεράσομεν ἑαυτοὺς τῷ [ἀδανάτῳ Νυμφίῳ καὶ] Βασιλεῖ [πρὸς συνάρεσιν] παραστήσομεν, καὶ τῶν αἰωνίων ἀγαθῶν [δι’ ἀρετῶν αὐτῷ συναφθέντες] τευξόμεθα, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ τούτων χορηγῷ· μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ παναγίῳ Πνεύματι, [νῦν καὶ ἀεὶ, καὶ] εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.