Ancient Greek
130.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 130.5
Unproofread scanNot analysed yet
Τὰ δὲ ἐπτὰ πνεύματα τοῦ Θεοῦ, εἰτε, ὡς φησιν Εἰρηναῖος, ἐπτά ἀγγέλους τῶν λοιπῶν ὑπερέχοντας δεῖ νοεῖν, εἰτε τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος, ὧν Ἠσαΐας μέμνηται. Οὐδ' ἕτερον οἶμαι ἀπίθανον· ἡ δὲ ὑάλινη θάλασσα τὸ πλήθος τῶν ἀγίων Δυνάμεων καὶ τὸ καθαρὸν καὶ ἀκήλιθωτον, καὶ τὸ τῆς μελλούσης ζωῆς χαρακτηρίζει ἀτάραχον. Τάχα δὲ διὰ ταύτης δηλοῦται τὰ οὐράνια νῦσα, ἀνεφείκτοις ἡμῖν ὑδάσι, κατὰ τὸν Ψαλμωδὸν, στεγαζόμενα. Εἰ δὲ τισι χρυσταλλοειδὴς ἡ τοῦ οὐρανοῦ φύσις νενόμισται, σκοπεῖν χρὴ εἰ μὴ ἡ οὐσία τοῦ Θεοτοῦδος ἐκείνου ἐδάφρους διὰ τούτων σημαίνεται, τὸ στιλδὸν ὁμοῦ καὶ διαυγὲς ἔχουσα. Ἄλλὰ τῶν ὑπὲρ κατάληψιν ἡ ἐρευνα καταγέλαστος.