Ancient Greek
135.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 135.7
Unproofread scanNot analysed yet
Ταύτην ἡμεῖς στοχαζόμεθα τὴν δευτέραν τῶν ἀπο-στόλων νοεῖσθαι διδαχήν, διὰ μαρτύρων καὶ διδασκά-λων συμπληρουμένην· ἐν ᾗ πλατυνομένου λοιπὸν τοῦ χρηρύγματος, ἢ τοῦ κόσμου εἰρήνη ἐλύθη, καθ' ἑαυ-τῆς μερισθείσης τῆς φύσεως, κατὰ τὸ ῥηθὲν ὑπὸ τοῦ Χριστοῦ· Οὐκ ἦλθον βαλεῖν εἰρήνην [ἐπὶ τῆς γῆς], ἀλλὰ μάχαιραν. Δι' ἣ τὰ μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνῆχθησαν. Ὁ δὲ πυρ-ὸς ἵππος, ἢ τῆς ἐκχύσεως τῶν αἱμάτων, ἢ τῆς πεπυρωμένης τῶν ὑπὲρ Χριστοῦ πασχόντων διδο-σεως σύμβολον. Τὸ δὲ γεγράφαθαι, δοθῆναι τῷ καθ-ημένῳ ἐπ' αὐτῷ λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσι τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσαν