Ancient Greek
139.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 139.2
Unproofread scanNot analysed yet
Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἐλισσόμενος. Τὸ δὲ τὸν οὐρανὸν ἐλισσόμεθαι ὡς βιβλίον, τὸ τὸ ἀγνωστον τῆς δευτέρας Χριστοῦ παρουσίας ἀνίεσθαι· ἀφορπῆ γὰρ καὶ ἐν ἀκαιρίῳ ἡ βίβλος ἀνοίγεται· ἡ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοὺς ἐκπίπτουσι τῆς πίστεως ἐπαλγοῦσαι, οἷονεὶ συμπάθεσιν καὶ λύπην ἔξουσι. Διὰ τοῦτο δὲ καὶ ἕτερόν τι σημαίνεται· τὸ μὴ ἀφανισμὸν τὸν οὐρανὸν ὑποστήναι· ἀλλ’ οἷον εἰληγμέν τινα καὶ ἀλλαγὴν ἐπὶ τὸ βέλτιον, ὡς φησιν Εἰρηναῖος ἐν τῷ πέμπτῳ λόγῳ τοῦ ἐλέγχου τῆς ψευδωνύμου γνώσεως ἐπὶ λέξεως, οὕτως· Οὐ γὰρ ἡ ὑπόστασις, οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται· ἀλλ’ ἡ γὰρ καὶ βέβαιος ὁ σύστημα μενος αὐτῆν· ἀλλὰ τὸ σχῆμα παρὰ τὸν κόσμον τοῦτον, ἐν οἷς ἡ παράβασις ἐγένετο, ὡς οἱ πρεσύτεροι λέγουσι. Καὶ ταῦτα μὲν ὁ μέγας Εἰρηναῖος· ἡγοῦμεθα δὲ καὶ τῇ ἀρχαίᾳ συνήθειᾳ χρήσασθαι τὸν Ἀπόστολον. Ἐβλίσαιος γὰρ οἱ Ἑβραῖοι ἀντὶ τῶν παρ’ ἡμῖν βιβλίων ἐχέχρηντο· ὧν ἡ ἀναλιξίς, οὐχ ἀφανισμὸν, ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπεῖργαζετο· ὡς καὶ τοῦ οὐρανοῦ σώματος ἡ ἀνάπτυξις τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν τὴν ἀποκάλυψιν δεικνύει. Καὶ τοῦτο μὲν τετραχῶς πρὸς τὸ χορηγηθὲν ἡμῖν θεόθεν νενοήχαμεν· τῶν δὲ ἕξης ἐχόμεθα.