Ancient Greek
141.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 141.3
Unproofread scanNot analysed yet
Ὅπερ |τῷ Ἰεζεκιήλ -πάλαι ἀποκεκαλυπτό περὶ τοῦ ἐνδεδυμένου τὸ βαδίν, καὶ τῶν καταστεναζόντων τὰ μέτωπα σφραγίζοντος· πρὸς τὸ μὴ συναπολέσθαι τοὺς δικαίους τοῖς ἀδίκους, διὰ τὸ τῆς κεχυμένης τῶν ἁγίων ἀρετῆς καὶ τοῖς ἀγγέλοις ἀγνώστου· τοῦτο νῦνταῦθα τῷ μακαρίῳ δεῖκνυσθαι, ὑπερέρας ἁγίας δυνάμεως τοὺς τιμωροὺς ἁγίοις ἀγγέλοις ἐγκλευομένης· μηδὲν δράσει εἰς τοὺς πλημμελήσαντας, πρὶν ἂν διὰ τοῦ σφραγισθῆναι διακριθέντας ἐπιγνῶσι τοὺς ἁλῆθεις θεραπευτάς. Τοῦτο δὲ εἰ καὶ μικρικῶς πάλαι γεγέννηται, τῶν τῷ Χριστῷ πιστευομένων τὴν τῆς Ἱερουσαλὴμ ὑπὸ Ῥωμαίων ἐκπεσούσης πόρθασιν, εἰς πολλὰς τελούσων μυριάδας, κατὰ τὴν μέγαν Ἰάκωβον, τὸν τῷ μακαρίῳ Παύλῳ τὸ πλήθος αὐτῶν ἐμφαίνοντα· ἀλλ’ οὖν, ὡς εἴρηται, ἐν τῷ καιρῷ τῆς τοῦ Ἀντιχρίστου ἐπελεύσεως μάλιστα γενήσεσθαι, τῆς σφραγῖδος τοῦ ζωοποιιοῦ σταυροῦ διεργούσης τῶν ἀπίστων τοὺς πιστοὺς ἀνεπαισχύτως καὶ πεπαρρησασμένως τὴν τοῦ Χριστοῦ σημεῖωσιν ἐνώπιον τῶν ἀσεδῶν φέροντας. Διὸ φησιν ὁ ἄγγελος·