Ancient Greek
147.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 147.7
Unproofread scanNot analysed yet
Ταῦτά τισιν ἔδοξεν αἰνίττεσθαι τὴν ἐν γεέννῃ τῶν ἁμαρτωλῶν κόλασιν, πολυτρόπως διὰ τῶν αἰσθητῶν ἐδυνηρῶν τροπολογουμένην · ἡμεῖς δὲ νομίζομεν διὰ τὸ μάλιστα οὐ τὴν τρίτην μόλιραν εἶναι τῶν κολάζομένων ἐν τῷ μέλλοντι [αἰῶνι] ἐκ τοῦ παντὸς τῶν ἀνθρώπων πληρώματος, ἀλλὰ τὴν πλεῖονα (Πλατεία γὰρ [γῆσιν] ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπωλείαν), τὰς πρὸ τῆς συντελείας μᾶλλον ταῦτα πληγὰς ἐμφαίνειν · καὶ τὴν μὲν χάλαιαν· δηλοῦν τὸ οὐρανόθεν ἤκειν κατὰ θιατῶν κρίμα τὰς τοιαύτας μάστιγας · τὸ δὲ πῦρ σὺν τῷ αἵματι, τὰς ἐκ βαρβαρικῶν χειρῶν γινομένας πυρπολησίας τε καὶ ἀνδροκτασίας δημεῖραι. Ὅν οὐκ ἔλαττον τοῦ τρίτου κέρους, ὡς ὁρῶμεν, τῶν ἐν τῇ γῇ κτισμάτων