Ancient Greek
149.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 149.5
Unproofread scanNot analysed yet
Ἡγοῦμεθα συγγενῆ καὶ ταῦτα τοῖς παρὰ τοῦ Ἰσὰϊ εἰρημένοις περὶ ἡλίου καὶ σελήνης, τοῖς τῆν προεσχεθείσιν κατὰ τὴν Δεσποτικὴν περὶ τῆς συντελείας ἀπόφασιν. Φαμὲν δὲ διὰ τοῦ τρίτου τῶν φωστήρων τε καὶ ἀστέρων τὸ τρίτον τῆς ἡμέρας τε καὶ [τῆς] νυκτὸς δηλοῦσθαι διάστημα · ὡς ἂν γνοίημεν ὅτι οὐδὲ τότε ἄκρατον ὁ Θεὸς ἐπάγει τὴν κόλασιν · ἀλλὰ τὸ τρίτον τοῦ χρονικοῦ διαστήματος συγχωρῶν τοὺς πεπληγότας ἀλγύνεσθαι, λελήθως τούτους παρακαλεῖ κατὰ τὸ πλεῖον μέρος τὸ λειπόμενον · τὶς γὰρ οἶσει τὸ ποτήριον τῆς θείας ὀργῆς ἄκρατον;