Ancient Greek
153.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 153.2
Unproofread scanNot analysed yet
Καὶ ὡς εἶδον τοὺς ἵππους ἐν τῇ ὄράσει, καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους, καὶ θηριόδους, καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐξεπορεύετο πῦρ, καὶ καπνός, καὶ θεῖον. Ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθη τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρός, καὶ τοῦ καπνοῦ, καὶ τοῦ θείου, τῶν ἐκπορευομένων ἐκ τῶν στομάτων αὐτῶν. Ἡ γὰρ ἐξουσία τῶν ἵππων, ἐν τῷ στόματι αὐτῶν ἐστι, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν, ὁμοίαι ἵππους δὲ [δυναίως] οἶμαι λέγεσθαι, ἢ τοὺς θηλυμανεῖς καὶ κτηνώδεις ἀνθρώπους· ἢ τοὺς ὑποδεδηγῆσθαι καὶ ἀρχομένους ἐν τοῖς δαιμόσιν· ἐπιβάσας δέ, τοὺς τούτων κατάρχοντας. Ἔθος γὰρ τῶν τοιούτων, οὐ μόνον ἀλλήλοις ὑπηρετεῖν, ἀλλὰ καὶ πονηροῖς ἀνθρώποις ὀργάνους πρὸς τὴν τῶν ὁμοφύλων ἀνθρώπων ἐπιβολὴν χειρίζεσθαι. Τοὺς δὲ πυρίνους καὶ θηριόδους καὶ θειώδεις θώρακας, τῆς ἀερίου τῶν πονηρῶν πνευμάτων οὐσίας, καὶ τῆς καυστικῆς ἐνεργείας εἶναι σημαντικὸς νομίζομεν· τὰς δὲ κεφαλὰς τῶν λεόντων, τὸ φονικὸν αὐτῶν καὶ θηριώδες αἰνίττεσθαι· τὸ δὲ ἐκπορευόμενον πῦρ σὺν καπνῷ καὶ θείῳ ἐκ τοῦ στόματος αὐτῶν, δι’ οὗ τὸ τρίτον τῶν ἀνθρώπων ἀποκτάνεσθαι· ἠπειλήται, ἢ τὰς διὰ τῶν ἰσβόλων [αὐτῶν] προσβολῶν καὶ εἰσῃγήσεων ἁμαρτίας τοὺς καρποὺς τῆς καρδίας φλογιζομένας αἰνίττεσθαι· ἢ τὰς ἐκ τῶν βαρβαρικῶν χειρῶν