Ancient Greek
155.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 155.4
Unproofread scanNot analysed yet
Τοῦτον ἄγιον ἄγγελον νοεῖσθαι ἢ τε νεφέλη καὶ ἡ ἱρις καὶ τὸ ἡλιοσπερὲς φῶς [αὐτοῦ] ἐμφαίνοσι· διὰ τούτων γὰρ τὸ οὐράνιον καὶ ποικίλον ἐν ἀρεταῖς καὶ τὸ φωτεινὸν τῆς ἀγγελικῆς οὐσίας τε καὶ νοήσεως δείκνυνται. Οἱ δὲ τοῦ πυρὸς στῦλοι, τὸ φοβερὸν καὶ πολαστικὸν κατὰ τῶν ἀνοσιουργῶν σημαίνουσι, τῶν τε ἐν τῇ γῇ ληστευόντων, τῶν τε ἐν τῇ θαλάσσῃ πειρατευόντων. Διὰ τὴ μὲν τὸν δεξιόν, τῇ δὲ τὸν ἀριστερὸν πόδα ἐπέθηκεν, ἵνα τῶν ἐν ἑκατέρῃ παρανόμων τὴν δίχην αἰνίξηται.