Ancient Greek
155.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 155.6
Unproofread scanNot analysed yet
Τὸ δὲ βιβλαρίδιον, ὅτε μικρὸν ἦν, καὶ [σφόδρα] ὑποκοριστικῶς λεχθέν, τῶν σφόδρα πονηροτάτων τὰ ὀνόματα καὶ τὰς πράξεις περιεχεῖν μοι φαίνεται· ὅλον τῶν ἐν γῇ ληστευόντων ἢ ἐτέρως ἀνοσιουργούν-των, καὶ τῶν ἐν θαλάσσῃ πειρατευόντων· ὧν τὴν κολασιν αἰνίττεται, τοὺς πυρίνους πόδας ἐκτείνων ἐπὶ τε τὴν γῆν, ἐπὶ τε τὴν θάλατταν ὁ ἄγγελος. Καὶ ἡ φωνὴ δὲ τοῦ ἀγγέλου βρυγμῷ λέοντος ὁμοιωθεῖσα, τὸ φοβερὸν καὶ ἀνύποπτον τῆς αὐτοῦ ἀπειλῆς ἐνδείκνυται. Καὶ μάρτυς Δανιήλ, ὅ μηδὲ προσνηὴ μήτιγε ἀπειλοῦντα δυνάμεις ἄγγελον ἀπό-νως θεασαόθι. Τῆς δὲ ἐκτὰ βροντὰς ἡγούμεθα, ἡ ἐπτά φωνάς· νοεῖσθαι ἐξ ἑνὸς διαρθρουμένας ἄγ-γέλου· ἢ ἐπτά ἑτέρους ἁγίους ἁγγέλους τὰ μέλλοντα προαγορεύοντας· ὡς ἐνεῖθεν δηλοῦνθαι τοῦ πρώτου ἀγγέλου τούτους εἶναι δευτερεύοντας, καὶ ἐκεῖθεν τὴν ἀφορμὴν τοῦ προφητεύειν λαμβάνοντας, κατὰ τὴν τῷ μακαρίῳ Διονυσίῳ διωρισμένην ἀγγελικὴν εὐταξίαν.