Ancient Greek
16.1 to 16.12
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 16.1-12
Unproofread scanNot analysed yet
A τοῦ ἐν Βαθὴ θυσιαστηρίου, καὶ τὴν καθαίρεσιν τῆς τοῦ Ἰσραὴλ πολιτείας προφητεύσας. Καὶ ἐπὶ τῆς παρουσίας τοῦ Κυρίου, κγ᾽ Ζαχαρίας, ὁ τοῦ Βαπτιστοῦ Ἰωάννου πατήρ· κδ᾽ Συμεών, κε᾽ Ἰωάννης ὁ Βαπτιστής, κς᾽ Ἀγάθος. Καὶ ἄλλοι (26) ἐπὶ τοῦ Ἰσραὴλ γεγονάσι προφῆται. κζ᾽ Ἀίας, κη᾽ [Ἰηοῦ (27)] υἱὸς Ἀνανί. β᾽ Οἱ υ᾽ τῆς Ἰεζάβελ προφῆται, οὓς Ἠλίας ἀπελέγξας, διὰ τοῦ λαοῦ διεχειρίσατο. γ᾽ Πασχώρ, ὁ τὸν Ἱερεμίαν ἐγκλείσας ἐν φυλακή, ὡς πρὸς τὸν Ναβουχοδονόσορ καταφεύγοντα. δ᾽ Ἀνανίας υἱὸς Ἀλὼμ, ὁ τὰ τοῦ Ἱερεμίου ξύλινα κλοῖα συντρίψας, ἐν ὑποδείγματι τοῦ τὸν Βαβυλῶνιον συντρίβεσθαι. ε᾽ Σαμαίας, ὁ ἐν Βαβυλῶνι αἰχμάλωτος, ὁ καὶ Σαφονία τῷ Ἱσραὴλ γράφων ἐν τῇ Ἱερουσαλήμ, τιμωρεῖσθαι τὸν Ἱερεμίαν, ὡς τοῖς ἐν Βαβυλῶνι γράφοντα, τὴν αἰχμαλωσίαν ἀποτείνειν.