Ancient Greek
160.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 160.7
Unproofread scanNot analysed yet
Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σεισμὸς μέγας ἐγένετο. Ἴσως μὲν καὶ αἰσθητῶς [τότε] ταῦτα γενήσεται· νοητῶς δὲ τὸν σεισμόν, τὴν τῶν σαλευομένων μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομιζόμεν. Τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν, τὸ τῆς ἀσεβείας πτῶμα, μήτε τῇ ἐκείνων ἀρπαγῇ σωφρονισάμενον, ὡς τῶν λοιπῶν σωθησομένων. Αἱ γὰρ ἑπτὰ χιλιάδες ἀναιρούμεναι, τοὺς τῷ ἐβδοματικῷ τοῦ παρόντος βίου χρόνῳ προστετηκότας, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνονται· οὓς καὶ ἀποκτανθῆναι ἐπάνωχες τὸν ἐν γείνῃ δεύτερον θάνατον, [ἤτοι] τὴν αἰώνιον κόλασιν. Ἡ τυχὸν ἐπτάκις χίλιοι ἔσονται οἱ ἐξ Ἰουδαίων τῷ Ἀντιχρίστῳ πισθόμενοι.