Ancient Greek
161.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 161.5
Unproofread scanNot analysed yet
Καιρὸν τῶν νεκρῶν δηλῶν, τὸν καιρὸν τῆς τῶν νεκρῶν ἀναστάσεως· ἐν ᾧ ἐκάστῳ καταλλήλως δοθήσεται τὰ ἐπίχειρα. Διὰ δὲ τῶν προφητῶν καὶ τῶν ἁγίων καὶ τῶν φοβουμένων τὸν Θεόν, τὰ τρία εἴδος νοεῖσθαι τάγματα, τῶν [ἐν] ἐκάτῳ καρποφορούντων, καὶ [ἐν] ἐξήκοντα καὶ τριάκοντα τῶν ἀποστόλων ὁμολογουμένως τῆς πρώτης τευχόμενων λήξεως, καὶ τῆς ἐπὶ δώδεκα θρόνων ἰδρύσεως. Μικροὺς δὲ καὶ μεγάλους, εἴτε τοὺς ἥττονας ἁγίους, καὶ τοὺς μᾶλλον τούτων ὑπερέχοντας· εἴτε μικρούς, ὡς ἐξουδενωμένους τοὺς ἁμαρτωλοὺς· μεγάλους δὲ, τοὺς δικαίους νομίζομεν λέγεσθαι.