Ancient Greek
165.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 165.1
Unproofread scanNot analysed yet
[καὶ ψευδοχριστοῦ] ἐπιβουλήν φεύγοντας, καλὰ καὶ πρώτην τοὺς μάρτυρας. Ἐπὶ δὲ τρία, ἡμῖν, τὰ ὑπὸ τῶν χιλίων διακοσίων ἐξήκοντα ἡμερῶν δηλούμενα · ἐν οἷς κρατήσει ἡ ἀποστασία · ἥς ἡμᾶς ὁ μέγας ἀγωνοθέτης, ὁ μὴ συγχωρῶν πειρασθῆναι τινα ὑπὲρ τὸ δύνασθαι, λυτροῦμενος, δωρήσεται ἡμῖν καρτερὸν λογισμόν καὶ ταῖς ἐναντίαις προσδολαῖς ἀθλήνουν · ἵνα νομίμως πρὸς τὰς ἀρχὰς τοῦ σκότους καὶ τὰς ἐξουσίας ἀθλήσαντες, τῷ στεφάνῳ τῆς δικαιοσύνης κατακοσμηθῶμεν, καὶ τὰ τῆς νίκης βραβεῖα δεξώμεθα · ὅτι αὐτῷ πρέπει διὰ τῶν ἀσθενῶν τρωπουμένων τοὺς ἰσχυροὺς ἐναερίους ἄρχοντας, ἡ νίκη καὶ τὸ κράτος, ὅμα τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, [νῦν καὶ ἀεὶ, καὶ] εἰς τοὺς αἰῶνας [τῶν αἰώνων.] Ἀμήν.