Ancient Greek
165.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 165.5
Unproofread scanNot analysed yet
Καὶ ταῦτα τῇ τε πρώτῃ τοῦ διαβόλου ἐξ ἀλαζονείας καὶ φθόνου ἐκπτώσει τῆς ἀγγελικῆς τάξεως, τῇ τε διὰ τοῦ Δεσποτικοῦ σταυροῦ καθαρίσει ἀρμόζειν δύναται · ὅτε, καθὼς φησιν ὁ Κύριος, ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται, καὶ τῆς ἀρχαίας τυραννίδος ἐκβέβληται. Οὐ τὴν ἀλαζονείαν τοὺς θεῖους ἀγγέλους ἄμα τῷ [αὐτῶν] ἀρχιστρατηγῷ Μιχαήλ μὴ φέροντας, εἰκὸς αὐτὸν τῆς οἰκείας συνδιατριβῆς ἀπορρίψαι πρότερον · καθὼς φησιν Ἰεζεκιήλ ὑπὸ τῶν χερουβείμ ἐκβεβλησθαι αὐτὸν ἐκ μέσου πυρίνων λίθων τῶν ἀγγελικῶν, ὅμαι, τάξεων, διὰ τὸ εὑρεθῆναι ἐν αὐτῷ [τῷ] ἀδικήματα. Ἐν δὲ τῇ [τοῦ] Χριστοῦ παρουσίᾳ τοὺς διακονουμένους αὐτῷ μετὰ τὸν πειρασμὸν ὡς ἡτιμωμένον δοῦλον πάλιν βεβλησθαι. Τότεον δὲ ὅτι, καθὼς τοῖς Πατράσι διδόχται, μετὰ τὴν τοῦ αἰσθητοῦ κόσμου δημιουργίαν, οὕτως δι' ὑπερηφανίας καὶ φθόνου καταβέβληται, τὴν ἀέριον πρωτόν πεπιστευμένον ἄρχην, καθὼς φησιν ὁ Ἀπόστολος. Καὶ Παπίας δὲ οὕτως ἐπὶ λέξεως: Ἑνιοὶ δὲ αὐτῶν, δηλαδὴ τῶν καλῶν θείων ἀγγέλων, καὶ τῆς περὶ τὴν τῶν διακοσμήσεως δύνασιν ἄρχειν · καὶ καλῶς ἄρχειν παρηγγύησε. Καὶ ἐξὸς φησιν · Εἰς οὐδὲν [δὲ] συνέθετο τελευταίῳ τὴν τάξιν αὐτῶν.