Ancient Greek
166.3 to 166.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 166.3-5
Unproofread scanNot analysed yet
Καὶ ἤκουσα φωνῆς μεγάλης ἐν τῷ οὐρανῷ λεγούσης· Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ· ὅτι κατεδελήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ Θεοῦ ἡμῶν καὶ νυκτός. Ὅτι κατεδελήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν. Ἡ κατηγορία καὶ ἡ διαβολὴ ἢ κατὰ τῶν ἀνθρώπων, τὸν διάβολον, ὅπερ ἐστὶ, κέκληκεν, ὡς εἴρηται. Εὐφραίνονται δὲ οἱ ἄγγελοι ἐπὶ τῇ τοῦτο ἐκβολῇ· οὐδὲμία γὰρ μερὶς πίστῳ μετὰ ἀπίστου. Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ Ἀρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν· καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. Διὰ τοῦτο εὐφραίνεσθε, οἱ οὐρανοί, καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶ τῇ γῇ καὶ τῷ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς [ἐν] μεγάλῃ ὀργῇ, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.